3.13
Ἀμύνανδρός τε, ὁ Ἀθαμάνων βασιλεύς, ἐς συμμαχίαν Ἀντιόχῳ συνῆλθε διὰ τοιᾶσδε προφάσεως. τῶν τις Μακεδόνων Ἀλέξανδρος, ἐν Μεγάλῃ πόλει τραφεὶς καὶ τῆς αὐτόθι πολιτείας ἀξιωθείς, ἐτερατεύετο γένος Ἀλεξάνδρῳ τῷ Φιλίππου προσήκειν, γενομένους τέ οἱ παῖδας ὠνόμασεν, ἐς πίστιν ὧν ἐλογοποίει, Φίλιππόν τε καὶ Ἀλέξανδρον καὶ Ἀπάμαν, ἣν Ἀμυνάνδρῳ πρὸς γάμον ἠγγύησεν. ἀγαγὼν δʼ αὐτὴν Φίλιππος ὁ ἀδελφὸς ἐς τὸν γάμον, ἐπεὶ τὸν Ἀμύνανδρον εἶδεν ἀσθενῆ καὶ πραγμάτων ἄπειρον, παρέμενε, τὴν ἀρχὴν διὰ τὸ κῆδος διοικῶν. τοῦτον οὖν τὸν Φίλιππον ὁ Ἀντίοχος τότε ἐπελπίζων ἐς τὴν Μακεδόνων ἀρχὴν ὡς οἰκείαν οἱ κατάξειν, προσέλαβε τοὺς Ἀθαμᾶνας ἐς τὴν συμμαχίαν, ἐπὶ δʼ αὐτοῖς καὶ Θηβαίους, αὐτὸς ἐς Θήβας παρελθών τε καὶ δημηγορήσας.
3.13
ὁ μὲν δὴ Θηβαίοις τε καὶ Ἀμυνάνδρῳ καὶ Αἰτωλοῖς ἐπὶ τοσῷδε πολέμῳ μάλα ματαίως ἐθάρρει, καὶ ἐς Θεσσαλίαν ἐσκόπει πότερον εὐθὺς ἢ μετὰ χειμῶνα δέοι στρατεύειν· Ἀννίβαν δʼ ἐπὶ τῇ σκέψει τῇδε ἡσυχάζοντα ἐκέλευε γνώμην πρῶτον ἐσενεγκεῖν.