Thesauros Literature History Ἰλλυρική

Ἰλλυρική

Ἰλλυρική Appianus of Alexandria
1.6 Ῥωμαῖοι δὲ καὶ τούσδε καὶ Παίονας ἐπʼ αὐτοῖς καὶ Ῥαιτοὺς καὶ Νωρικοὺς καὶ Μυσοὺς τοὺς ἐν Εὐρώτῃ, καὶ ὅσα ἄλλα ὅμορα τούτοις ἐν δεξιᾷ τοῦ Ἴστρου καταπλέοντι ᾤκηται, διαιροῦσι μὲν ὁμοίως τοῖς Ἕλλησιν ἀπὸ Ἑλλήνων, καὶ καλοῦσι τοῖς ἰδίοις ἑκάστους ὀνόμασι, κοινῇ δὲ πάντας Ἰλλυρίδα ἡγοῦνται, ὅθεν μὲν ἀρξάμενοι τῆσδε τῆς δόξης, οὐκ ἔσχον εὑρεῖν, χρώμενοι δʼ αὐτῇ καὶ νῦν, ὅπου καὶ τὸ τέλος τῶνδε τῶν ἐθνῶν, ἀπὸ ἀνίσχοντος Ἴστρου μέχρι τῆς Ποντικῆς θαλάσσης, ὑφʼ ἓν ἐκμισθοῦσι καὶ Ἰλλυρικὸν τέλος προσαγορεύουσιν. ὅπως δὲ αὐτοὺς ὑπηγάγοντο Ῥωμαῖοι, ὡμολόγησα μὲν καὶ περὶ Κρήτης λέγων οὐχ εὑρεῖν τὰς ἀκριβεῖς τῶν πολέμων ἀρχάς τε καὶ προφάσεις, καὶ ἐς τοῦτο τοὺς δυναμένους τι πλέον εἰπεῖν παρεκάλουν· ὅσα δʼ αὐτὸς ἔγνων, ἀναγράψω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme