1.5
τοιοῦτον μὲν δὴ τέλος τῆς ἀσεβείας ὁ θεὸς ἐπέθηκεν Ἰλλυριοῖς τε καὶ Κελτοῖς· οὐ μὴν ἀπέσχοντο τῆς ἱεροσυλίας, ἀλλʼ αὖθις, ἅμα τοῖς Κελτοῖς, Ἰλλυριῶν οἱ Σκορδίσκοι μάλιστα καὶ Μαῖδοι καὶ Δάρδανοι τὴν Μακεδονίαν ἐπέδραμον ὁμοῦ καὶ τὴν Ἑλλάδα, καὶ πολλὰ τῶν ἱερῶν καὶ τὸ Δελφικὸν ἐσύλησαν, πολλοὺς ἀποβαλόντες ὅμως καὶ τότε. Ῥωμαῖοι δʼ ἔχοντες ἤδη δεύτερον καὶ τριακοστὸν ἔτος ἀπὸ τῆς πρώτης ἐς Κελτοὺς πείρας, καὶ ἐξ ἐκείνου πολεμοῦντες αὐτοῖς ἐκ διαστημάτων, ἐπιστρατεύουσι τοῖς Ἰλλυριοῖς ἐπὶ τῇδε τῇ ἱεροσυλίᾳ ἡγουμένου Λευκίου Σκιπίωνος, ἤδη τῶν τε Ἑλλήνων καὶ Μακεδόνων προστατοῦντες. καί φασι τοὺς μὲν περιχώρους οὐ συμμαχῆσαι τοῖς ἱεροσύλοις, ἀλλʼ ἑκόντας ἐγκαταλιπεῖν τῷ Σκιπίωνι ἀβοηθήτους, μνήμῃ τῶν διʼ Αὐταριέας ἐς πάντας Ἰλλυριοὺς συμπεσόντων· Σκιπίωνα δὲ Σκορδίσκους μὲν διαφθεῖραι, καὶ εἴ τι λοιπὸν αὐτῶν ἦν, ἐς τὸν Ἴστρον καὶ τὰς νήσους τοῦ ποταμοῦ μετοικῆσαι φυγόντας, Μαίδοις δὲ καὶ Δαρδανεῦσι συνθέσθαι δωροδοκήσαντα τοῦ ἱεροῦ χρυσίου. καί τις ἔφη τῶν Ἰταλικῶν συγγραφέων ὡς διὰ τοῦτο μάλιστα Ῥωμαίοις πλεόνως μετὰ Λεύκιον τὰ ἐμφύλια ἤκμασε μέχρι μοναρχίας· καὶ περὶ μὲν τῶν νομιζομένων εἶναι τοῖς Ἕλλησιν Ἰλλυριῶν τοσαῦτά μοι προλελέχθω.