Thesauros Literature History ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς Appianus of Alexandria
XIX ὅτι Παύλῳ ἐπʼ εὐτυχίας τοσῆσδε γενομένῳ τὸ δαιμόνιον ἐφθόνησε τῆς εὐτυχίας. καί οἱ τεσσάρων παίδων ὄντων τοὺς μὲν πρεσβυτέρους αὐτῶν ἐς θέσιν ἄλλοις ἐδεδώκει, Μάξιμόν τε καὶ Σκιπίωνα, τοὺς δὲ νεωτέρους ἄμφω συνέβη, τὸν μὲν πρὸ τριῶν ἡμερῶν τοῦ θριάμβου τὸν δὲ μετὰ πέντε, ἀποθανεῖν. καὶ τοῦτʼ οὐδενὸς ἧττον ὁ Παῦλος κατελογίσατο τῷ δήμῳ. ἔθους γὰρ ὄντος τοῖς στρατηγοῖς καταλέγειν τὰ πεπραγμένα, παρελθὼν ἐς τὴν ἀγορὰν εἶπεν ἐς μὲν Κέρκυραν ἐκ Βρεντεσίου διαπλεῦσαι μιᾶς ἡμέρας, ἐκ δὲ Κερκύρας πέντε μὲν ἐς Δελφοὺς ὁδεῦσαι καὶ θῦσαι τῷ θεῷ, πέντε δὲ ἄλλαις ἐς Θεσσαλίαν παραγενέσθαι καὶ παραλαβεῖν τὸν στρατόν, ἀπὸ δὲ ταύτης πεντεκαίδεκα ἄλλαις ἑλεῖν Περσέα καὶ Μακεδόνας παραλαβεῖν. οὕτω δὲ ὀξέως ἁπάντων ἐπιτυχὼν δεῖσαι μή τι τῷ στρατῷ συμπέσοι πρὸς ὑμᾶς ἐπανιόντι. διασωθέντος δὲ τοῦ στρατοῦ περὶ ὑμῶν ἐδεδοίκειν, ἔφη· φθονερὸς γὰρ ὁ δαίμων. ἐς ἐμὲ δὲ ἀποσκήψαντος τοῦ κακοῦ, καὶ ἀθρόως μοι τῶν δύο παίδων ἀποθανόντων, ἐπʼ ἐμαυτῷ μέν εἰμι βαρυσυμφορώτατος, ἐπὶ δὲ ὑμῖν ἀμέριμνος. ταῦτʼ εἰπών, καὶ καταθαυμαζόμενος ἐπὶ πᾶσιν, οἰκτιζόμενος δὲ ἐπὶ τοῖς τέκνοις, μετʼ οὐ πολὺν χρόνον ἀπέθανεν.
← Previous 23 / 23

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme