XVIII
Γετῶν δὲ τὸν Ἴστρον περασάντων, ἐδόκει Κλοιλίῳ μὲν τῷ ἡγεμόνι δοθῆναι χιλίους χρυσοῦς στατῆρας, ἱππεῖ δʼ ἑκάστῳ δέκα, καὶ τὰ ἡμίσεα πεζῷ· καὶ τοῦτο σύμπαν ἦν ὀλίγῳ πλέον πεντεκαίδεκα μυριάδων χρυσίου. ὁ δὲ χλαμύδας μέν τινας ἐπήγετο καὶ ψέλια χρυσᾶ καὶ ἵππους ἐς δωρεὰν τοῖς ἡγουμένοις, καὶ στατῆρας φερομένους μυρίους, καὶ πλησιάσας μετεπέμπετο Κλοίλιον. ὁ δὲ τοὺς ἐλθόντας, εἰ φέρουσι τὸ χρυσίον, ἤρετο, καὶ μαθὼν οὐκ ἔχοντας ἀναστρέφειν ἐπʼ αὐτὸν ἐκέλευσεν. ὧν ὁ Περσεὺς πυθόμενος, πάλιν αὐτὸν ἐλαύνοντος θεοῦ, κατηγόρει τῶν Γετῶν ἐν τοῖς φίλοις ἐκ μεταβολῆς ὡς φύσεως ἀπίστου, καὶ ὑπεκρίνετο μὴ θαρρεῖν δισμυρίους αὐτῶν ἐς τὸ στρατόπεδον ὑποδέξασθαι, μόλις δʼ ἔφη μυρίους, ὧν καὶ νεωτεριζόντων κρατῆσαι δύνασθαι.
XVIII
ταῦτα δὲ τοῖς φίλοις εἰπὼν ἕτερα τοῖς Γέταις ἐπλάττετο, καὶ τὸ ἥμισυ τῆς στρατιᾶς ᾔτει, τὸ χρυσίον τὸ γιγνόμενον ὑπισχνούμενος δώσειν. τοσαύτης ἀνωμαλίας ἔγεμε, φροντίζων χρημάτων τῶν πρὸ βραχέος ἐς θάλασσαν μεθειμένων. ὁ δὲ Κλοίλιος τοὺς ἀφικομένους ἰδὼν ἤρετο μετὰ βοῆς εἰ τὸ χρυσίον κεκομίκασι, καὶ βουλομένους τι λέγειν ἐκέλευε πρῶτον εἰπεῖν περὶ τοῦ χρυσίου. ὡς δʼ ἔμαθεν οὐκ ἔχοντας, οὐκ ἀνασχόμενος αὐτῶν οὐδʼ ἀκοῦσαι, τὴν στρατιὰν ἀπῆγεν ὀπίσω. καὶ Περσεὺς ἀφῄρητο καὶ τῆσδε συμμαχίας, πολλῆς τε καὶ κατὰ καιρὸν ἐλθούσης. ὑπὸ δʼ ἀφροσύνης, ἐν Φίλᾳ χειμάζων καὶ στρατὸν ἔχων πολὺν Θεσσαλίαν μὲν οὐκ ἐπέτρεχεν, ἣ Ῥωμαίοις ἐχορήγει τροφάς, ἐς δὲ τὴν Ἰωνίαν ἔπεμπε κωλύειν τὴν ἀγορὰν τὴν ἐκεῖθεν αὐτοῖς φερομένην.