Thesauros Literature History ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς Appianus of Alexandria
XVIII ὅτι Γένθιος βασιλεὺς Ἰλλυριῶν ἑνὸς ἔθνους προσοίκου Μακεδόσι, Περσεῖ συμμαχῶν ἐπὶ τριακοσίοις ταλάντοις, ὧν τι καὶ προειλήθει, ἐσέβαλεν ἐς τὴν ὑπὸ Ῥωμαίοις Ἰλλυρίδα, καὶ πρέσβεις περὶ τούτων πρὸς αὐτὸν ἐλθόντας Περπένναν καὶ Πετίλιον ἔδησεν. ὧν ὁ Περσεὺς αἰσθόμενος οὐκέτι τὰ λοιπὰ τῶν χρημάτων ἔπεμπεν ὡς ἤδη καὶ διʼ αὐτὸν Ῥωμαίοις πεπολεμωμένον. ἐς δὲ Γέτας ἔπεμπε τοὺς ὑπὲρ Ἴστρον, καὶ Εὐμένους ἀπεπείρασεν ἐπὶ χρήμασιν ἢ μεταθέσθαι πρὸς αὑτόν, ἢ διαλῦσαι τὸν πόλεμον, ἢ ἀμφοτέροις ἐκστῆναι τοῦ ἀγῶνος, εὖ μὲν εἰδὼς οὐ λησόμενα ταῦτα Ῥωμαίους, ἐλπίζων δʼ ἢ πράξειν τι αὐτῶν ἢ τῇ πείρᾳ διαβαλεῖν τὸν Εὐμένη. ὁ δὲ μεταθήσεσθαι μὲν οὐκ ἔφη, τάλαντα δʼ ᾔτει τῆς μὲν διαλύσεως χίλια καὶ πεντακόσια, τῆς δὲ ἡσυχίας χίλια. καὶ ὁ Περσεὺς ἤδη Γετῶν αὑτῷ προσιέναι μισθοφόρους μυρίους ἱππέας καὶ μυρίους πεζοὺς πυθόμενος, αὐτίκα τοῦ Εὐμένους κατεφρόνει, καὶ τῆς μὲν ἡσυχίας οὐκ ἔφη δώσειν οὐδέν (αἰσχύνην γὰρ φέρειν ἀμφοῖν), τὰ δὲ τῆς διαλύσεως οὐ προδώσειν, ἀλλʼ ἐν Σαμοθρᾴκῃ καταθήσειν μέχρι γένοιτο ἡ διάλυσις, εὐμετάβολος ἤδη καὶ μικρολόγος ὑπὸ θεοβλαβείας ἐς πάντα γενόμενος. ἑνὸς δὲ ὧν ἤλπισεν ὅμως οὐκ ἀπέτυχε, Ῥωμαίοις Εὐμένους ὑπόπτου γενομένου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme