XI
Βυζαντίοις δὲ καὶ Αἰτωλοῖς καὶ Βοιωτοῖς οὐ καθʼ ὑμῶν ἀλλὰ καθʼ ἑτέρων συνεμάχησεν. καὶ ταῦτα πάλαι ὑμῖν ἡμέτεποι πρέσβεις ἐμήνυον, καὶ οὐκ ἐμέμφεσθε μέχρι τῆς Εὐμένους διαβολῆς, ἣν οὐκ εἰάσατε τοὺς ἡμετέρους πρέσβεις ἐς ὄψιν αὐτὸν ἐλέγξαι. ἀλλὰ τὴν ἐπιβουλὴν τὴν ἐν Δελφοῖς αὐτῷ γενομένην προσγράφετε Περσεῖ, πόσων Ἑλλήνων, πόσων δὲ βαρβάρων κατʼ Εὐμένους πρεσβευσάντων πρὸς ὑμᾶς οἷς πᾶσιν ἐχθρός ἐστι τοιοῦτος ὤν. Ἐρέννιον δὲ τὸν ἐν Βρεντεσίῳ τίς ἂν πιστεύσειεν ὅτι Περσεύς, Ῥωμαῖον ὄντα καὶ φίλον ὑμέτερον καὶ πρόξενον, εἴληφεν ἐπὶ τὴν τῆς βουλῆς φαρμακείαν, ὡς ἀναλῶσαι τὴν σύγκλητον διʼ αὐτοῦ δυνάμενος, ἢ τοὺς ὑπολοίπους εὐμενεστέρους ἕξων διὰ τοὺς ἀναιρουμένους; ἀλλʼ Ἐρέννιος μὲν ἐψεύσατο τοῖς ἐπιτρίβουσιν ἐς τὸν πόλεμον ὑμᾶς πρόφασιν εὐσχήμονα διδούς, Εὐμένης δʼ ὑπʼ ἔχθρας τε καὶ φθόνου καὶ δέους οὐδὲ ταῦτʼ ὤκνησεν ἐγκαλέσαι Περσεῖ, ὅτι πολλοῖς ἔθνεσι κεχαρισμένος καὶ φιλέλλην, καὶ σωφρόνως ἀντὶ μέθης καὶ τρυφῆς ἄρχει. καὶ ταῦθʼ ὑμεῖς αὐτοῦ λέγοντος ὑπέστητε ἀκροάσασθαι.