Thesauros Literature History ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς Appianus of Alexandria
XI καὶ τῶν ὑμετέρων, ἔφη, φίλων καὶ συμμάχων Ἀβρούπολιν μὲν ἀφῄρηται τὴν ἀρχήν, Ἀρθέταυρον δʼ ἐν Ἰλλυριοῖς δυνάστην καὶ ἔκτεινεν ἐπιβουλεύσας, καὶ τοὺς ἐργασαμένους ὑποδέδεκται. διέβαλλε δʼ αὐτοῦ καὶ τὰς ἐπιγαμίας βασιλικὰς ἄμφω γενομένας, καὶ τὰς νυμφαγωγίας ὅλῳ τῷ Ῥοδίων στόλῳ παραπεμφθείσας. ἔγκλημα δʼ ἐποίει καὶ τὴν ἐπιμέλειαν αὐτοῦ καὶ τὸ νηφάλιον τῆς διαίτης, ὄντος οὕτω νέου, καὶ ὅτι πρὸς πολλῶν ὀξέως ἐν ὀλίγῳ ἀγαπῷτο καὶ ἐπαινοῖτο. ζήλου τε καὶ φθόνου καὶ δέους μᾶλλον ἢ ἐγκλημάτων οὐδὲν ὁ Εὐμένης ἀπολιπών, ἐκέλευε τὴν σύγκλητον ὑφορᾶσθαι νέον ἐχθρὸν εὐδοκιμοῦντα καὶ γειτονεύοντα.
XI ἡ δʼ ἔργῳ μὲν οὐκ ἀξιοῦσα βασιλέα σώφρονα καὶ φιλόπονον καὶ ἐς πολλοὺς φιλάνθρωπον, ἀθρόως οὕτως ἐπαιρόμενον καὶ πατρικὸν ὄντα σφίσιν ἐχθρόν, ἐν πλευραῖς ἔχειν, λόγῳ δʼ ἃ προύτεινεν ὁ Εὐμένης αἰτιωμένη, πολεμεῖν ἔκρινε τῷ Περσεῖ. καὶ τοῦτʼ ἀπόρρητον ἔτι ἐν σφίσιν αὐτοῖς ποιούμενοι, Ἅρπαλόν τε πεμφθέντα παρὰ Περσέως ἐς ἀντιλογίαν Εὐμένους, καὶ Ῥοδίων τινὰ πρεσβευτήν, βουλομένους ἐς ὄψιν τὸν Εὐμένη διελέγχειν, παρόντος μὲν ἔτι τοῦ Εὐμένους οὐ προσήκαντο, μεταστάντος δὲ ἐδέξαντο. καὶ οἱ μὲν ἐπὶ τῷδε πρῶτον ἀγανακτοῦντές τε καὶ παρρησίᾳ χρώμενοι πλέον πολεμεῖν βουλομένους ἤδη Ῥωμαίους Περσεῖ καὶ Ῥοδίοις μᾶλλον ἐξηγρίωσαν· τῶν δὲ βουλευτῶν πολλοὶ τὸν Εὐμένη διʼ αἰτίας εἶχον ὑπὸ φθόνου καὶ δέους αἴτιον τοσοῦδε πολέμου γενόμενον. καὶ Ῥόδιοι τὴν θεωρίαν αὐτοῦ, μόνου βασιλέων, ἐς τὴν ἑορτὴν τοῦ Ἡλίου πεμπομένην οὐκ ἐδέξαντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme