2.9
Καρχηδόνιοι δὲ ταῦτα πυνθανόμενοι Ἀσδρούβαν μὲν τὸν Γέσκωνος ἐπὶ θήραν ἐλεφάντων ἐξέπεμπον, Μάγωνι δʼ ἀμφὶ τὴν Λιγυστίνην ξεναγοῦντι πεζοὺς ἀπέστελλον ἐς ἑξακισχιλίους καὶ ἱππέας ὀκτακοσίους καὶ ἐλέφαντας ἑπτά, καὶ προσέτασσον αὐτῷ μεθʼ ὅσων δύναιτο ἄλλων ἐσβαλεῖν ἐς Τυρρηνίαν, ἵνα τὸν Σκιπίωνα περισπάσειεν ἐκ Λιβύης. Μάγων μὲν δὴ καὶ τότε ἐβράδυνεν, Ἀννίβᾳ τε συνελθεῖν οὐ δυνάμενος πολὺ διεστῶτι, καὶ τὸ μέλλον ἀεὶ περιορώμενος. Ἀσδρούβας δʼ ἀπὸ τῆς θήρας ἐπανελθὼν κατέλεγε Καρχηδονίων τε καὶ Λιβύων ἐς ἑξακισχιλίους πεζοὺς ἑκατέρων καὶ ἱππέας ἑξακοσίους, δούλους τε ἠγόραζε πεντακισχιλίους, τὸ ναυτικὸν ἐρέσσειν, καὶ παρὰ τῶν Νομάδων ἔλαβε δισχιλίους ἱππέας, καὶ ξένους ἐμισθοῦτο, καὶ πάντας ἐγύμναζε, διακοσίους σταδίους ἀποσχὼν ἀπὸ Καρχηδόνος.