2.7
τῶν δὲ πολιτευομένων οἱ μὲν ἀντέλεγον οὐ χρῆναι, κεκενωμένης ἄρτι τῆς Ἰταλίας τοσοῖσδε πολέμοις καὶ πορθουμένης ἔτι πρὸς Ἀννίβου, καὶ Μάγωνος ἐν πλευραῖς ἐπʼ αὐτὴν Λίγυάς τε καὶ Κελτοὺς ξενολογοῦντος, ἐς Λιβύην στρατεύειν, οὐδὲ τὴν ἀλλοτρίαν χειροῦσθαι πρὶν τὴν οἰκείαν ἀπαλλάξαι τῶν παρόντων· οἱ δὲ ᾤοντο Καρχηδονίους νῦν μὲν ἀδεεῖς ὄντας ἐφεδρεύειν τῇ Ἰταλίᾳ, οὐδὲν ἐνοχλουμένους οἴκοι, πολέμου δὲ οἰκείου σφίσι γενομένου καὶ Ἀννίβαν μεταπέμψεσθαι. οὕτω μὲν ἐκράτησε πέμπειν ἐς Λιβύην Σκιπίωνα, οὐ μὴν συνεχώρησαν αὐτῷ καταλέγειν στρατὸν ἐξ Ἰταλίας πονουμένης ἔτι πρὸς Ἀννίβου· ἐθελοντὰς δέ, εἴ τινες εἶεν, ἐπέτρεψαν ἐπάγεσθαι, καὶ τοῖς ἀμφὶ τὴν Σικελίαν ἔτι οὖσι χρῆσθαι. τριήρεις τε ἔδοσαν αὐτῷ κατασκευάσασθαι δέκα, καὶ πληρώματα αὐταῖς λαβεῖν, ἐπισκευάσαι δὲ καὶ τὰς ἐν Σικελία. καὶ χρήματα οὐκ ἔδωκαν, πλὴν εἴ τις ἐθέλοι τῷ Σκιπίωνι κατὰ φιλίαν συμφέρειν. οὕτως ἀμελῶς ἥπτοντο τοῦδε τοῦ πολέμου τὰ πρῶτα, μεγίστου σφίσι καὶ ἀξιοτιμοτάτου μετʼ ὀλίγον γενομένου.