2.6
οὐ πολὺ δὲ ὕστερον οἱ Καρχηδόνιοι στρατεύουσιν ἐς Ἰβηρίαν, καὶ αὐτὴν κατὰ μέρος ὑπήγοντο, μέχρι Ζακανθαίων ἐπὶ Ῥωμαίους καταφυγόντων Καρχηδονίοις ὅρος ἐν Ἰβηρίᾳ γίγνεται, μὴ διαβαίνειν τὸν Ἴβηρα ποταμόν. καὶ τάσδε αὖ τὰς σπονδὰς ἔλυσαν Καρχηδόνιοι, περάσαντες Ἀννίβου σφῶν ἡγουμένου. διαβάντες δέ, ὁ μὲν Ἀννίβας διαστρατηγεῖν ἑτέροις τὰ ἐν Ἰβηρία καταλιπὼν ἐς τὴν Ἰταλίαν ἐσέβαλε· στρατηγοὶ δὲ Ῥωμαίων ἐν Ἰβηρίᾳ, Πόπλιός τε Κορνήλιος Σκιπίων καὶ Γναῖος Κορνήλιος Σκιπίων, ἀλλήλοιν ἀδελφώ, λαμπρὰ ἔργα ἀποδεικνυμένω θνήσκετον ἄμφω πρὸς τῶν πολεμίων. καὶ οἱ μετʼ αὐτοὺς στρατηγοὶ κακῶς ἔπραττον, μέχρι Σκιπίων ὁ Ποπλίου Σκιπίωνος τοῦδε τοῦ περὶ Ἰβηρίαν ἀναιρεθέντος υἱὸς ἐπιπλεύσας, καὶ δόξαν ἅπασιν ἐμβαλὼν ὡς ἥκοι κατὰ θεὸν καὶ δαιμονίῳ χρῷτο συμβούλῳ περὶ ἁπάντων, ἐκράτει τε λαμπρῶς, καὶ ἐπὶ δόξης ἐκ τοῦδε πολλῆς γενόμενος τὴν μὲν στρατηγίαν τοῖς ἐς διαδοχὴν ἐπιπεμφθεῖσι παρέδωκεν, ἐς δὲ Ῥώμην ἐπανελθῶν ἠξίου πεμφθῆναι στρατηγὸς ἐς Λιβύην ὡς ἀναστήσων Ἀννίβαν ἐξ Ἰταλίας καὶ Καρχηδονίοις δίκην ἐπιθήσων ἐν τῇ πατρίδι.