8.48
Σκιπιων δε νίκην ἀριστην νενικηκως, τὰ μὲν ἄχρηστα τῆς λείας ἐνεπιμπρη διαζωσάμενος αὐτός, ὥσπερ εἰώθασι Ῥωμαίων οἱ στρατηγοι, χρυσίου δʼ ἐς Ῥώμην τάλαντα δέκα καὶ ἀργυριου δισχίλια καὶ πεντακόσια καὶ ἐλέφαντα εἰργασμένον καὶ τοὺς ἐπιφανεῖς τῶν αἰχμαλώτων ἔπεμπε, καὶ Λαίλιον ἐξαγγελοῦντα περὶ τῆς νίκης, ἐπὶ νεῶν . . , τὰ δὲ λοιπὰ ἀποδόμενος τὴν τιμὴν ἐπιδιεῖλε τῷ στρατῷ, καὶ δῶρα τοῖς ἀριστεύσασιν ἐδίδου, καὶ Μασσανάσσην ἐστεφάνου καὶ τότε. καὶ τὰς πόλεις ἐπιὼν ἐχειροῦτο. τὸ μὲν δὴ τέλος τῆς Ἀννίβου τε καὶ Σκιπίωνος ἐν Λιβύῃ μάχης, τότε πρῶτον ἀλλήλοις ἐς χεῖρας ἐλθόντων, τοῦτʼ ἦν, ἀπέθανον δὲ Ῥωμαίων μὲν δισχίλιοι καὶ πεντακόσιοι, Μασσανάσσου δʼ ἔτι πλείονες, καὶ τῶν πολεμίων δισμύριοι καὶ πεντακισχίλιοι. αἰχμάλωτοι δʼ ἐλήφθησαν ὀκτακισχίλιοι καὶ πεντακόσιοι. καὶ Ἴβηρες ηὐτομόλησαν πρὸς Σκιπίωνα τριακόσιοι, καὶ Νομάδες πρὸς Μασσανάσσην ὀκτακόσιοι.