7.44
καὶ γενομένης τῆς μάχης καθαρᾶς θηριων, ὁ ἀγὼν ἐγίγνετο μόνων ἀνδρῶν τε καὶ ἵππων. τὸ μὲν οὖν δεξιὸν τὸ Ῥωμαίων, οὗ Λαίλιος ἐπεστάτει, τρέπεται τοὺς ἐναντίους Νομάδας, Μασσανάσσου βαλόντος αὐτῶν τὸν δυνάστην Μασσάθην· ὀξέως δʼ αὐτοὺς ὁ Ἀννίβας ἐπιδραμὼν συνέτασσε τὴν μάχην. τὸ δὲ λαιόν, ἔνθα Ῥωμαίων μὲν Ὀκτάουιος ἐπεστάτει, τῶν δὲ πολεμίων Κελτοὶ καὶ Λίγυες ἦσαν, ἐπόνει μάλα καρτερῶς ἑκατέροις. καὶ Σκιπίων μὲν ἔπεμπε Θέρμον τὸν χιλίαρχον ἐπικουρεῖν μετʼ ἐπιλέκτων· Ἀννίβας δʼ ἐπεὶ τὸ λαιὸν συνέστησεν, ἐς τοὺς Λίγυας καὶ Κελτοὺς μεθίππευεν, ἐπάγων ἅμα τὴν δευτέραν τάξιν Καρχηδονίων τε καὶ Λιβύων. κατιδὼν δʼ αὐτὸν ὁ Σκιπίων ἀντιπαρῆγε μεθʼ ἑτέρου στίφους. δύο δὲ στρατηγῶν ἀρίστων ἐς ἀγῶνα συνιόντων, ἔρις ἦν τῶν ὑφʼ ἑκατέρῳ λαμπρὰ καὶ δέος, καὶ προθυμίας οὐδετέροις τι ἐνέλιπε, σφοδροῦ καὶ ὀξέος ὄντος πόνου τε καὶ παρακελεύσεως.