7.43
οὕτω παροξύνας τοὺς ἰδίους ἑκάτερος ἐς τὸν ἀγῶνα συνῄεσαν, Ἀννίβας μὲν σαλπίγγων κατάρξας, Σκιπίων δʼ ἀντηχεῖν κελεύσας. συνιόντων δʼ αὐτῶν οἱ μὲν ἐλέφαντες κατῆρχον τῆς μάχης, ἐς τὸ φοβερώτατον ἐσκευασμένοι καὶ τοῖς κέντροις ἐξοτρυνόμενοι πρὸς τῶν ἐπικαθημένων· περιθέοντες δʼ αὐτοὺς οἱ Νομάδες ἱππεῖς ἐσηκόντιζον ἀθρόως, μέχρι τρωθέντας τε καὶ φεύγοντας καὶ δυσπειθῶς ἤδη ἔχοντας ἀπήγαγον ἐκ τῆς μάχης οἱ ἐπιβάται. καὶ τάδε μὲν ἦν περὶ τοὺς ἀμφὶ τὰ κέρατα ἐλέφαντας· οἱ δʼ ἐν μέσῃ τῇ φάλαγγι τοὺς Ῥωμαίων πεζοὺς κατεπάτουν, ἀπείρους τε μάχης τοιᾶσδε ὄντας καὶ βαρεῖς ὑπὸ τῆς ὁπλίσεως, καὶ παρʼ αὐτὸ φεύγειν εὐκόλως ἢ διώκειν οὐ δυναμένους, ἕως ὁ Σκιπίων τοὺς ἱππέας τοὺς Ἰταλικούς, ὀπίσω τεταγμένους καὶ κουφότερον ἐσκευασμένους, ἐπαγαγὼν ἀποβῆναι τῶν ἵππων ταρασσομένων ἐκέλευσε, καὶ τοὺς ἐλέφαντας περιθέοντας ἐσακοντίζειν. πρῶτός τε αὐτὸς ἀποβὰς ἔτρωσε τὸν προπηδῶντα τῶν ἐλεφάντων. θαρρησάντων δὲ τῶν ἄλλων, καὶ τιτρωσκόντων ἤδη πανταχόθεν αὐτούς, καὶ οἵδε ὑπεχώρουν.