καὶ ὁ Σκιπίων αἰσθανόμενος ἐπενόει τὸν ἔσπλουν αὐτοῖς τοῦ λιμένος, ἐς δύσιν τε ἀφορῶντα καὶ οὐ πάνυ πόρρω τῆς γῆς ὄντα, ἀποκλεῖσαι. χῶμα οὖν ἐς τὴν θάλασσαν ἔχου μακρόν, ἀρχόμενος μὲν ἀπὸ τῆς ταινίας ἣ μεταξὺ τῆς λίμνης οὖσα καὶ τῆς θαλάσσης γλῶσσα ἐκαλεῖτο, προϊὼν δʼ ἐς τὸ πέλαγος καὶ εὐθύνων ἐπὶ τὸν ἔσπλουν. ἔχου δὲ λίθοις μεγάλοις τε καὶ πυκνοῖς, ἵνα μὴ ὑπὸ τοῦ κλύδωνος διαφέροιντο. καὶ πλάτος τοῦ χώματος τὸ μὲν ἄνω τεσσάρων καὶ εἴκοσι ποδῶν, τὸ δʼ ἐς τὸν βυθὸν καὶ τετραπλάσιον ἦν. τοῖς δὲ Καρχηδονίοις ἀρχομένου μὲν τοῦδε τοῦ ἔργου καταφρόνησις ἦν ὡς χρονίου τε καὶ μακροῦ καὶ ἴσως ἀδυνάτου· προϊόντος δὲ σὺν ἐπείξει τοσοῦδε στρατοῦ, μήτε ἡμέραν ἐκλείποντος ἐπὶ τοῖς ἔργοις μήτε νύκτα, ἔδεισαν, καὶ στόμα ἕτερον ἐπὶ θάτερα τοῦ λιμένος ὤρυσσον ἐς μέσον τὸ πέλαγος, οἷ μηδὲν χῶμα προελθεῖν ἐδύνατο ὑπὸ βάθους τε καὶ πνευμάτων ἀγριωτέρων. διώρυσσον δʼ ἅμα γυναιξὶ καὶ παισίν, ἔνδοθεν ἀρχόμενοι καὶ πάνυ λανθάνοντες· ἅμα δὲ καὶ ναῦς ἐξ ὕλης παλαιᾶς ἐναυπήγουν, πεντήρεις τε καὶ τριήρεις, οὐδὲν ὑπολείποντες εὐψυχίας τε καὶ τόλμης. οὕτω δʼ ἅπαντα ἐπέκρυπτον ὡς μηδὲ τοὺς αἰχμαλώτους ἔχειν τι τῷ Σκιπίωνι σαφὲς εἰπεῖν, ἀλλὰ κτύπον μὲν ἐν τοῖς λιμέσιν ἡμέρας τε καὶ νυκτὸς εἶναι πολὺν ἀπαύστως, τὴν δὲ χρείαν οὐκ εἰδέναι, μέχρι γε δὴ πάντων ἑτοίμων γενομένων οἱ Καρχηδόνιοι τὸ στόμα ἀνέῳξαν περὶ ἕω, καὶ ναυσὶ πεντήκοντα μὲν τριηρετικαῖς, κερκούροις δὲ καὶ μυοπάρωσι καὶ ἄλλοις βραχυτέροις πολλοῖς ἐξέπλεον, ἐς κατάπληξιν ἐσκευασμένοι φοβερῶς.
Ῥωμαίους δὲ τό τε στόμα ἄφνω γενόμενον καὶ ὁ στόλος ἐπὶ τῷ στόματι ἐς τοσόνδε κατέπληξεν ὡς τοὺς Καρχηδονίους, εἰ αὐτίκα ταῖς ναυσὶ ταῖς Ῥωμαίων ἐπέθεντο, ἠμελημέναις τε ὡς ἐν τειχομαχίᾳ, καὶ οὐδενὸς ναύτου παρόντος οὐδʼ ἐρέτου, ὅλου ἂν τοῦ ναυστάθμου κρατῆσαι. νῦν οὖν (ἁλῶναι γὰρ ἔδει Καρχηδόνα) τότε μὲν ἐς μόνην ἐπίδειξιν ἐπέπλευσαν, καὶ σοβαρῶς ἐπιτωθάσαντες ἀνέστρεφον, τρίτῃ δʼ ἡμέρᾳ μετὰ τοῦτο ἐς ναυμαχίαν καθίσταντο· καὶ οἱ Ῥωμαῖοι τάς τε ναῦς καὶ τἄλλα εὐτρεπισάμενοι ἀντανήγοντο. βοῆς δὲ καὶ παρακελεύσεως ἑκατέρωθεν γενομένης καὶ προθυμίας ἐρετῶν τε καὶ κυβερνητῶν καὶ τῶν ἐπιβατῶν, ὡς ἐν τῷδε λοιπῷ Καρχηδονίοις μὲν τῆς σωτηρίας οὔσης Ῥωμαίοις δὲ τῆς νίκης ἐντελοῦς, πληγαί τε πολλαὶ καὶ τραύματα ποικίλα ἐγίγνετο παρʼ ἀμφοῖν μέχρι μέσης ἡμέρᾳς. ἐν δὲ τῷ πόνῳ τὰ σκάφη τῶν Λιβύων τὰ σμικρὰ ταῖς Ῥωμαϊκαῖς ναυσὶ μεγάλαις οὔσαις ἐς τοὺς ταρσοὺς ὑποτρέχοντα διετίτρη πρύμνας καὶ ἐξέκοπτε πηδάλια καὶ κώπας, καὶ ἄλλα πολλὰ καὶ ποικίλα ἐλύπει, εὐμαρῶς τε ὑποφεύγοντα καὶ εὐμαρῶς ἐπιπλέοντα. ἀκρίτου δʼ ἔτι τῆς ναυμαχίας οὔσης, και τῆς ἡμερας ἐς δειλην τρεπομενης, ἔδοξε τοῖς Καρχηδονίοις ὑποχωρεῖν, οὔ τι κατὰ ἧτταν ἀλλʼ ἐς τὴν ἐπιοῦσαν ὑπερτιθεμένοις.
καὶ αὐτῶν τὰ σκάφη τὰ βραχύτερα προύφευγε, καὶ τὸν ἔσπλουν προλαβόντα ἐς ἄλληλα ὠθεῖτο ὑπὸ τοῦ πλήθους, καὶ τὸ στόμα βύζην ἀπέκλειεν. ὅθεν αἱ μείζους ἐπανιοῦσαι τὸν ἔσπλουν ἀφῄρηντο, καὶ ἐς τὸ χῶμα κατέφυγον, ὃ πρὸ τοῦ τείχους εὐρύχωρον ἐμπόροις ἐς διάθεσιν φορτίων ἐγεγένητο ἐκ πολλοῦ· καὶ παρατείχισμα ἐπʼ αὐτοῦ βραχὺ ἐν τῷδε τῷ πολέμῳ ἐπεποίητο, ἵνα μὴ ὡς ἐν εὐρυχώρῳ στρατοπεδεύσειάν ποτε οἱ πολέμιοι. ἐς μὲν δὴ τόδε τὸ χῶμα αἱ νῆες αἱ τῶν Καρχηδονίων, ἀπορίᾳ λιμένος, καταφυγοῦσαι μετωπηδὸν ὡρμίσαντο· καὶ τοὺς ἐχθροὺς ἐπιπλέοντας οἱ μὲν ἀπʼ αὐτῶν τῶν νεῶν, οἱ δʼ ἀπὸ τοῦ χώματος, οἱ δʼ ἐκ τοῦ διατειχίσματος ἀπεμάχοντο. Ῥωμαίοις δὲ ὁ μὲν ἐπίπλους ἦν ῥᾴδιος καὶ τὸ μάχεσθαι ναυσὶν ἑστώσαις εὐμαρές, αἱ δʼ ἀναχωρήσεις διʼ ἀναστροφὴν τῶν νεῶν, μακρῶν οὐσῶν, βραδεῖαί τε καὶ δυσχερεῖς ἐπεγίγνοντο· ὅθεν ἀντέπασχον ἐν τῷδε τὰ ὅμοια (ὅτε γὰρ ἐπιστρέφοιεν, ἐπλήσσοντο ὑπὸ τῶν Καρχηδονίων ἐπιπλεόντων), μέχρι νῆες Σιδητῶν πέντε, αἳ φιλίᾳ Σκιπίωνος εἵποντο, τὰς μὲν ἀγκύρας καθῆκαν ἐκ πολλοῦ διαστήματος ἐς τὸ πέλαγος, ἁψάμεναι δʼ ἀπʼ αὐτῶν κάλους μακροὺς εἰρεσίᾳ τοῖς Καρχηδονίοις ἐπέπλεον, καὶ ὅτε ἐγχρίμψειαν, ὑπεχώρουν τοὺς κάλους ἐπισπώμεναι κατὰ πρύμναν, αὖθις τε ῥοθίῳ καταπλέουσαι πάλιν ἀνήγοντο κατὰ πρύμναν. τότε γὰρ ὁ στόλος ἅπας, τὸν νοῦν τῶν Σιδητῶν ὁρῶντές τε καὶ μιμούμενοι, πολλὰ τοὺς ἐχθροὺς ἔβλαπτον. καὶ τὸ ἔργον ἐς νύκτα ἐτελευτα, καὶ ἐς τὴν πόλιν διέφυγον αἱ τῶν Καρχηδονίων νῆες, ὅσαι γε ἔτι ἦσαν ὑπόλοιποι.
Σκιπίων δὲ γενομένης ἡμέρας ἐπεχειρει τῷ χώματι· καὶ γὰρ ἦν εὔκαιρον ἐπιτείχισμα τοῦ λιμένος. κριοῖς οὖν το παρατείχισμα τύπτων, καὶ μηχανήματα πολλὰ ἐπάγων, μέρος αὐτοῦ κατέβαλεν. οἱ δὲ Καρχηδόνιοι, καίπερ ὑπὸ λιμοῦ καὶ κακώσεως ποικίλης ἐνοχλούμενοι, νυκτὸς ἐξέδραμον ἐπὶ τὰ Ῥωμαίων μηχανήματα, οὐ κατὰ γῆν (οὐ γὰρ ἦν δίοδος) οὐδὲ ναυσὶν (ἁλιτενὴς γὰρ ἦν ἡ θάλασσα), ἀλλὰ γυμνοὶ δᾷδας ἔφερον, οὐχ ἡμμένας ἵνα μὴ μακρόθεν εἶεν καταφανεῖς· ἐς δὲ τὴν θάλασσαν ἐμβάντες ᾗ μή τις ἂν προσεδόκησεν, οἱ μὲν ἄχρι τῶν μαστῶν βρεχόμενοι διεβάδιζον, οἱ δὲ καὶ διένεον, ἕως ἐπὶ τὰ μηχανήματα ἐλθόντες ἐξῆψαν τὸ πῦρ, καὶ κατάφωροι γενόμενοι πολλὰ μὲν ἔπαθον, ἅτε γυμνοὶ τιτρωσκόμενοι, πολλὰ δʼ ἀντέδρασαν ὑπὸ τόλμης· οἳ καὶ τὰς ἀκίδας τῶν βελῶν καὶ τὰς αἰχμὰς ἐν στέρνοις καὶ ὄψεσι φέροντες οὐκ ἀνίεσαν, ὥσπερ θηρία ταῖς πληγαῖς ἐγκείμενοι, μέχρι τὰ μηχανήματα ἐνέπρησαν καὶ τοὺς Ῥωμαίους ἐτρέψαντο θορυβουμένους. ἔκπληξίς τε καὶ τάραχος ἦν ἀνὰ ὅλον τὸ στρατόπεδον, καὶ φόβος οἷος οὐ πρίν, ὑπὸ μανίας γυμνῶν πολεμίων, ὥστε δείσας ὁ Σκιπίων μετὰ ἱππέων ἔξω περιέθει, καὶ τοὺς οἰκείους, εἰ μὴ λήξαιεν τῆς φυγῆς, ἐκέλευε βάλλειν. ἔστι δὲ οὓς ἔβαλε καὶ ἀπέκτεινεν, ἕως οἱ πλείους συνεώσθησαν ἐς τὸ στρατόπεδον ὑπʼ ἀνάγκης, καὶ διενυκτέρευσαν ἔνοπλοι, τὴν ἀπόγνωσιν τῶν ἐχθρῶν δεδιότες. οἱ δὲ τὰς μηχανὰς ἐμπρήσαντες ἐξένεον αὖθις ἐς τὰ οἰκεῖα.
ἅμα δʼ ἡμέρᾳ Καρχηδόνιοι μέν, οὐκ ἐνοχλουσῶν σφᾶς ἔτι μηχανῶν πολεμίων, τὸ διαπεπτωκὸς τοῦ διατειχίσματος ᾠκοδόμουν, καὶ πύργους ἐν αὐτῷ πολλοὺς ἐποίουν ἐκ διαστήματος, Ῥωμαῖοι δʼ ἑτέρας ἐργασάμενοι μηχανὰς χώματα ἤγειρον ἀντιμέτωπα τοῖς πύργοις, δᾷδά τε συγκεκομμένην καὶ θεῖον ἐν κώθωσι καὶ πίσσαν ἐπʼ αὐτοὺς ἐσφενδόνων, καὶ ἔστιν οὓς τῶν πύργων ἐνεπίμπρασαν, καὶ τοὺς Καρχηδονίους φεύγοντας ἐδίωκον. ὀλισθηρὸς δʼ ἦν ὁ δρόμος ὑφʼ αἵματος πεπηγότος ὑπογύου τε καὶ πολλοῦ, ὥστε τῶν φευγόντων ἀπελίποντο ἄκοντες. ὁ δὲ Σκιπίων τοῦ χώματος ὅλου κατασχὼν ἀπετάφρευεν αὐτό, καὶ τεῖχος ἤγειρεν ἐκ πλίνθων, οὔτε κολοβώτερον τοῦ τῶν πολεμίων οὔτʼ ἐκ μακροῦ διαστήματος ἀπʼ αὐτῶν. ὡς δʼ ἐξείργαστο αὐτῷ καὶ τὸ τεῖχος, τετρακισχιλίους ἐς αὐτὸ ἔπεμψεν, ἐπαφίεναι τοῖς ἐχθροῖς βέλη τε καὶ ἀκόντια σὺν καταφρονήσει. οἱ δὲ ἰσομέτωποι γενόμενοι ἔβαλλον αὐτοὺς ἐπιτυχῶς. καὶ τὸ θέρος ἐς ταῦτα ἀναλώθη.
χειμῶνος δʼ ἀρχομένου τὴν ἐν τῇ χώρᾳ τῶν Καρχηδονίων δύναμίν τε καὶ συμμάχους ὁ Σκιπίων ἔγνω προκαθελεῖν, ὅθεν αὐτοῖς ἀγορὰ διεπέμπετο. περιπέμψας οὖν ἑτέρωσε ἑτέρους, αὐτὸς ἐς Νέφεριν ἐπὶ Διογένη τὸν μετʼ Ἀσδρούβαν φρουροῦντα τὴν Νέφεριν ἠπείγετο διὰ τῆς λίμνης, καὶ Γάιον Λαίλιον κατὰ γῆν περιέπεμπεν. ὡς δὲ ἀφίκετο, δύο σταδίους ἀποσχὼν τοῦ Διογένους ἐστρατοπέδευε, καὶ Γολόσσην καταλιπὼν ἐγχειρεῖν ἀπαύστως τῷ Διογένει αὐτὸς ἐπὶ Καρχηδόνος ἠπείγετο· ὅθεν ἐς Νέφερίν τε καὶ Καρχηδόνα διετρόχαζεν, ἀεὶ τὰ γιγνόμενα ἐφορῶν. δύο δὲ τοῦ Διογένους μεσοπυργίων καταπεσόντων ἧκεν ὁ͂ Σκιπίων, καὶ χιλίους ἐπιλέκτους ὄπισθεν τοῦ Διογένους ἐνεδρεύσας, ἑτέροις ἐκ μετώπου τρισχιλίοις, ἀριστίνδην καὶ τοῖσδε ἐπιλεγομένοις, ἐπέβαινεν ἐπὶ τὰ πεπτωκότα τῶν μεσοπυργίων, οὐκ ἀθρόους ἀναβιβάζων, ἀλλὰ κατὰ μέρη πυκνοὺς ἐπʼ ἀλλήλοις, ἵνα μηδὲ βιασθέντες οἱ πρῶτοι φυγεῖν δύναιντο διὰ τοὺς ἑπομένους. πολλῆς δὲ βοῆς οὔσης καὶ πόνου, καὶ τῶν Λιβύων ἐς ταῦτα ἐπεστραμμένων, οἱ χίλιοι, καθάπερ αὐτοῖς προείρητο, οὐδενὸς ἐς αὐτοὺς ἀποβλέποντος οὐδʼ ὑπονοοῦντος ἐνέπεσον ἐς τὸ χαράκωμα εὐτόλμως, καὶ διέσπων αὐτὸ καὶ ὑπερέβαινον. καὶ τῶν πρώτων ἔνδον γενομένων αἴσθησις ἐγίγνετο ταχεῖα, καὶ ἔφευγον οἱ Λίβυες, οὐχ ὅσους ἑώρων, ἀλλὰ πολὺ πλέονας ἡγούμενοι τοὺς ἐσελθόντας εἶναι. Γολόσσης δʼ αὐτοῖς ἐπιτρέχων σὺν Νομάσι πολλοῖς καὶ ἐλέφασι πολὺν εἰργάζετο φόνον, ὡς ἀπολέσθαι μὲν ἐς ἑπτακισμυρίους σὺν τοῖς ἀχρείοις, ἁλῶναι δʼ ἐς μυρίους, διαφυγεῖν δʼ ἀμφὶ τοὺς τετρακισχιλίους. ἑάλω δὲ καὶ ἡ πόλις ἡ Νέφερις ἐπὶ τῷ στρατοπέδῳ, δύο καὶ εἴκοσιν ἡμέραις ἄλλαις πολιορκηθεῖσα πρὸς τοῦ Σκιπίωνος πάνυ κακοπαθῶς ἐν χειμῶνι καὶ ψυχρῷ χωρίῳ. τὸ δὲ ἔργον τόδε μάλιστα συνη?́νεγκεν ἐς τὴν τῆς Καρχηδόνος ἅλωσιν. ἥδε γὰρ ἡ στρατιὰ τὴν ἀγορὰν αὐτοῖς διεπόρθμευε, καὶ ἐς τόδε τὸ στρατόπεδον οἱ Λίβυες ἀφορῶντες ἐθάρρουν. τότε δʼ αὐτοῦ ληφθέντος καὶ τὰ λοιπὰ τῆς Λιβύης χωρία τοῖς στρατηγοῖς Σκιπίωνος προσεχώρει ἢ οὐ δυσχερῶς ἐλαμβάνετο. ἥ τε ἀγορὰ τοὺς Καρχηδονίους ἐπέλιπε, καὶ οὐδὲν οὔτʼ ἐκ Λιβύης ἀλλοτρίας ἤδη γενομένης οὔτʼ ἀλλαχόθεν αὐτοῖς καταπλεῖν ἐδύνατο, διά τε τὸν πόλεμον αὐτὸν καὶ τὴν ὥραν χειμέριον οὖσαν.
ἀρχομένου δʼ ἦρος ὁ μὲν Σκιπίων ἐπεχείρει τῇ τε Βύρσῃ καὶ τῶν λιμένων τῷ καλουμένῳ Κώθωνι, ὁ δὲ Ἀσδρούβας νυκτὸς ἐνεπίμπρη τὸ μέρος τοῦ Κώθωνος τὸ τετράγωνον. ἐλπίσας δʼ ἔτι τὸν Σκιπίωνα ἐπιθήσεσθαι, καὶ πρὸς τόδε τῶν Καρχηδονίων ἐπεστραμμένων, ἔλαθε Λαίλιος ἐπὶ θάτερα τοῦ Κώθωνος ἐς τὸ περιφερὲς αὐτοῦ μέρος ἀνελθών. βοῆς δʼ ὡς ἐπὶ νίκῃ γενομένης οἱ μὲν ἔδεισαν, οἱ δὲ πανταχόθεν ἤδη καταφρονοῦντες ἐβιάζοντο τὴν ἀνάβασιν, ξύλα καὶ μηχανήματα καὶ σανίδας ἐπὶ τὰ διαστήματα διατιθέντες, ἀσθενῶν τὰ σώματα τῶν φυλάκων ὑπὸ τοῦ λιμοῦ γεγονότων, καὶ ταῖς γνώμαις ἀπαγορευόντων. ληφθέντος δὲ τοῦ περὶ τὸν Κώθωνα τείχους, τὴν ἀγορὰν ἐγγὺς οὖσαν ὁ Σκιπίων κατέλαβεν. οὐδέν τε ὡς ἐν ἑσπέρᾳ πλέον ἔτι δυνάμενος, ἐν τοῖς ὅπλοις διενυκτέρευσε μεθʼ ἁπάντων. ἀρχομένης δὲ τῆς ἡμέρας ἑτέρους ἀκμῆτας ἐκάλει τετρακισχιλίους, οἳ ἐσιόντες ἱερὸν Ἀπόλλωνος, οὗ τό τε ἄγαλμα κατάχρυσον ἦν καὶ δῶμα αὐτῷ χρυσήλατον ἀπὸ χιλίων ταλάντων σταθμοῦ περιέκειτο, ἐσύλων καὶ ταῖς μαχαίραις ἔκοπτον, ἀμελήσαντες τῶν ἐφεστώτων, ἕως ἐμερίσαντο καὶ ἐπὶ τὸ ἔργον ἐτράποντο.
Σκιπίωνι δʼ ἦν μὲν ἐπὶ τὴν Βύρσαν ἡ σπουδή· τὸ γὰρ ὀχυρώτατον τῆς πόλεως ἦν, καὶ οἱ πλέονες ἐς αὐτὴν συνεπεφεύγεσαν. τριῶν δʼ οὐσῶν ἀπὸ τῆς ἀγορᾶς ἀνόδων ἐς αὐτήν, οἰκίαι πυκναὶ καὶ ἑξώροφοι πανταχόθεν ἦσαν, ὅθεν οἱ Ῥωμαῖοι βαλλόμενοι τὰς πρώτας τῶν οἰκιῶν κατέλαβον, καὶ ἀπʼ αὐτῶν ἠμύνοντο τοὺς ἐπὶ τῶν πλησίον. ὅτε δʼ αὐτῶν κρατήσειαν, ξύλα καὶ σανίδας τοῖς διαστήμασι τῶν στενωπῶν ἐπιτιθέντες διέβαινον ὡς ἐπὶ γεφυρῶν. καὶ ὅδε μὲν ὁ πόλεμος ἦν ἐπὶ τῶν τεγῶν ἄνω, ἕτερος δʼ ἐν τοῖς στενωποῖς κατὰ τοὺς ἀπαντῶντας. στόνου δὲ καὶ οἰμωγῆς καὶ βοῆς πάντα καὶ ποικίλων παθῶν ἐνεπίμπλατο, κτεινομένων τε ἐν χερσί, καὶ ζώντων ἔτι ῥιπτουμένων ἄνωθεν ἀπὸ τῶν τεγῶν ἐς τὸ ἔδαφος, καὶ φερομένων ἐνίων ἐπὶ δόρατα ὀρθὰ ἢ αἰχμὰς ἄλλας ἢ ξίφη. ἐνεπίμπρη δʼ οὐδὲν οὐδείς πω διὰ τοὺς ἐπὶ τῶν τεγῶν, ἕως ἐπὶ τὴν Βύρσαν ἧκεν ὁ Σκιπίων· καὶ τότε τοὺς τρεῖς ὁμοῦ στενωποὺς ἐνεπίμπρη, καὶ τὸ ἀεὶ πιμπράμενον ἑτέροις ὁδοποιεῖν ἐκέλευεν, ἵνʼ εὐμαρῶς ὁ στρατὸς ἀλλασσόμενος διαθέοι.
ἄλλη δʼ ἦν ἐκ τοῦδε ὄψις ἑτέρων κακῶν, τοῦ μὲν πυρὸς ἐπιφλέγοντος πάντα καὶ καταφέροντος, τῶν δε ἀνδρῶν τὰ οἰκοδομηματα οὐ διαιρούντων ἐς ὀλίγον, ἀλλʼ ἀθρόα βιαζομένων ἀνατρέπειν. ὅ τε γὰρ κτύπος ἐκ τοῦδε πολὺ πλείων ἐγίγνετο, καὶ μετὰ τῶν λίθων ἐξέπιπτον ἐς τὸ μέσον ἀθρόοι νεκροί. ζῶντές τε ἕτεροι, πρεσβῦται μάλιστα καὶ παιδία καὶ γύναια, ὅσα τοῖς μυχοῖς τῶν οἰκιῶν ἐκέκρυπτο, οἱ μὲν καὶ τραύματα φέροντες οἱ δʼ ἡμίφλεκτοι, φωνὰς ἀηδεῖς ἀφιέντες. ἕτεροι δʼ, ὡς ἀπὸ τοσοῦδε ὕψους μετὰ λίθων καὶ ξύλων καὶ πυρὸς ὠθούμενοι καὶ καταπίπτοντες, ἐς πολλὰ σχήματα κακῶν διεσπῶντο ῥηγνύμενοί τε καὶ κατασπασσόμενοι. καὶ οὐδʼ ἐς τέλος αὐτοῖς ταῦτα ἀπέχρη· λιθολόγοι γὰρ ὅσοι πελέκεσι καὶ ἀξίναις καὶ κοντοῖς τὰ πίπτοντα μετέβαλλόν τε καὶ ὡδοποίουν τοῖς διαθέουσιν, οἱ μὲν τοῖς πελέκεσι καὶ ταῖς ἀξίναις, οἱ δὲ ταῖς χηλαῖς τῶν κοντῶν, τούς τε νεκροὺς καὶ τοὺς ἔτι ζῶντας ἐς τὰ τῆς γῆς κοῖλα μετέβαλλον ὡς ξύλα καὶ λίθους ἐπισύροντες ἢ ἀνατρέποντες τῷ σιδήρῳ, ἦν τε ἄνθρωπος ἀναπλήρωμα βόθρου. μεταβαλλόμενοι δʼ οἱ μὲν ἐς κεφαλὰς ἐφέροντο, καὶ τὰ σκέλη σφῶν ὑπερίσχοντα τῆς γῆς ἤσπαιρον ἐπὶ πλεῖστον· οἱ δʼ ἐς μὲν τοὺς πόδας ἔπιπτον κάτω, καὶ ταῖς κεφαλαῖς ὑπερεῖχον ὑπὲρ τὸ ἔδαφος, ἵπποι δʼ αὐτοὺς διαθέοντες ἐς τὰς ὄψεις ἢ τὸν ἐγκέφαλον ἐκόλαπτον, οὐχ ἑκόντων τῶν ἐποχουμένων ἀλλʼ ὑπὸ σπουδῆς, ἐπεὶ οὐδʼ οἱ λιθολόγοι ταῦτʼ ἔδρων ἑκόντες· ἀλλʼ ὁ τοῦ πολέμου πόνος καὶ ἡ δόξα τῆς νίκης ἐγγὺς καὶ ἡ τοῦ στρατοῦ σπουδή, καὶ κήρυκες ὁμοῦ καὶ σαλπικταὶ πάντα θορυβοῦντες, χιλίαρχοί τε καὶ λοχαγοὶ μετὰ τῶν τάξεων ἐναλλασσόμενοι καὶ διαθέοντες, ἔνθους ἅπαντας ἐποίουν καὶ ἀμελεῖς τῶν ὁρωμένων ὑπὸ σπουδῆς.
καὶ ταῦτα πονουμένων ἐδαπανήθησαν ἓξ ἡμέραι τε καὶ νύκτες, τῆς μὲν στρατιᾶς ἐναλλασσομένης, ἵνα μὴ κάμοιεν ὑπʼ ἀγρυπνίας καὶ κόπου καὶ φόνου καὶ ὄψεως ἀηδοῦς, Σκιπίωνος δʼ ἀπαύστως ἐφεστῶτος ἢ διαθέοντος ἀύπνου, καὶ σῖτον οὕτως ἐπὶ τῶν ἔργων αἱρουμένου, μέχρι κάμνων καὶ παρειμένος ἐκαθέζετο ἐφʼ ὑψηλοῦ, τὰ γιγνόμενα ἐφορῶν. πολλῶν δʼ ἔτι πορθουμένων, καὶ τοῦ κακοῦ μακροτάτου δοκοῦντος ἔσεσθαι, προσέφυγον ἐβδόμης ἡμέρας αὐτῷ τινες ἐστεμμένοι στέμματα Ἀσκληπίεια· τόδε γὰρ ἦν τὸ ἱερὸν ἐν ἀκροπόλει μάλιστα τῶν ἄλλων ἐπιφανὲς καὶ πλούσιον, ὅθεν οἵδε τὰς ἱκετηρίας λαβόντες ἐδέοντο τοῦ Σκιπίωνος περὶ μόνης συνθέσθαι σωτηρίας τοῖς ἐθέλουσιν ἐπὶ τῷδε τῆς Βύρσης ἐξιέναι, ὁ δὲ ἐδίδου, χωρὶς αὐτομόλων. καὶ ἐξῄεσαν αὐτικα μυριάδες πέντε ἀνδρῶν ἅμα καὶ γυναικῶν, ἀνοιχθέντος αὐτοῖς στενοῦ διατειχίσματος. καὶ οὗτοι μὲν ἐφυλάσσοντο, ὅσοι δʼ αὐτόμολοι Ῥωμαίων ἦσαν, ἀμφὶ τοὺς ἐνακοσίους μάλιστα, ἀπογνόντες αὑτῶν ἐς τὸ Ἀσκληπιεῖον ἀνέδραμον μετʼ Ἀσδρούβα καὶ τῆς γυναικὸς τῆς Ἀσδρούβα καὶ δύο παίδων ἀρρένων. ὅθεν εὐμαρῶς ἀεὶ ἐμάχοντο, καίπερ ὄντες ὀλίγοι, διὰ τὸ ὕψος τοῦ τεμένους καὶ τὸ ἀπόκρημνον, ἐς ὃ καὶ παρὰ τὴν εἰρήνην διὰ βαθρῶν ἑξήκοντα ἀνέβαινον. ὡς δὲ ὅ τε λιμὸς αὐτοὺς καθῄρει καὶ ἡ ἀγρυπνία καὶ ὁ φόβος καὶ ὁ πόνος, τοῦ κακοῦ προσπελάζοντος, τὸ μὲν τέμενος ἐξέλιπον, ἐς δὲ τὸν νεὼν αὐτοῦ καὶ τὸ τέγος ἀνέτρεχον.
κἀν τούτῳ λαθὼν ὁ Ἀσδρούβας ἔφυγε πρὸς τὸν Σκιπίωνα μετὰ θαλλῶν· καὶ αὐτὸν ὁ Σκιπίων ἐκάθισε πρὸ ποδῶν ἑαυτοῦ, καὶ τοῖς αὐτομόλοις ἐπεδείκνυεν. οἱ δʼ ὡς εἶδον, ᾔτησαν ἡσυχίαν σφίσι γενέσθαι, καὶ γενομένης Ἀσδρούβᾳ μὲν ἐλοιδορήσαντο πολλὰ καὶ ποικίλα, τὸν δὲ νεὼν ἐνέπρησάν τε καὶ κατεκαύθησαν. τὴν δὲ γυναῖκα τοῦ Ἀσδρούβα λέγουσιν, ἀπτομένου τοῦ πυρὸς ἀντικρὺ τοῦ Σκιπίωνος γενομένην, κατακοσμήσασθαί τε ὡς ἐν συμφοραῖς ἐδύνατο, καὶ παραστησαμένην τὰ τέκνα εἰπεῖν ἐς ἐπήκοον τοῦ Σκιπίωνος· σοὶ μὲν οὐ νέμεσις ἐκ θεῶν, ὦ Ῥωμαῖε· ἐπὶ γὰρ πολεμίαν ἐστράτευσας· Ἀσδρούβαν δὲ τόνδε πατρίδος τε καὶ ἱερῶν καὶ ἐμοῦ καὶ τέκνων προδότην γενόμενον οἵ τε Καρχηδόνος δαίμονες ἀμύναιντο, καὶ σὺ μετὰ τῶν δαιμόνων. εἶτʼ ἐς τὸν Ἀσδρούβαν ἐπιστρέψασα εἶπεν· ὦ μιαρὲ καὶ ἄπιστε καὶ μαλακώτατε ἀνδρῶν, ἐμὲ μὲν καὶ τοὺς ἐμοὺς παῖδας τόδε τὸ πῦρ θάψει· σὺ δὲ τίνα κοσμήσεις θρίαμβον ὁ τῆς μεγάλης Καρχηδόνος ἡγεμών; τίνα δʼ οὐ δώσεις δίκην τῷδε ᾧ παρακαθέζῃ; τοσαῦτʼ ὀνειδίσασα κατέσφαξε τοὺς παῖδας, καὶ ἐς τὸ πῦρ αὐτούς τε καὶ ἑαυτὴν ἐπέρριψεν.
ὧδε μέν φασι τὴν Ἀσδρούβα γυναῖκα, ὡς αὐτὸν ἐχρῆν Ἀσδρούβαν, εἰποῦσαν ἀποθανεῖν· ὁ δὲ Σκιπίων πόλιν ὁρῶν ἑπτακοσίοις ἔτεσιν ἀνθήσασαν ἀπὸ τοῦ συνοικισμοῦ, καὶ γῆς τοσῆσδε καὶ νήσων καὶ θαλάσσης ἐπάρξασαν, ὅπλων τε καὶ νεῶν καὶ ἐλεφάντων καὶ χρημάτων εὐπορήσασαν ἴσα ταῖς ἀρχαῖς ταῖς μεγίσταις, τόλμῃ δὲ καὶ προθυμίᾳ πολὺ διασχοῦσαν, ἥ γε καὶ ναῦς καὶ ὅπλα πάντα περιῃρημένη τρισὶν ὅμως ἔτεσιν ἀντέσχε πολέμῳ τοσῷδε καὶ λιμῷ, τότε ἄρδην τελευτῶσαν ἐς πανωλεθρίαν ἐσχάτην, λέγεται μὲν δακρῦσαι καὶ φανερὸς γενέσθαι κλαίων ὑπὲρ πολεμίων, ἐπὶ πολὺ δʼ ἔννους ἐφʼ ἑαυτοῦ γενόμενός τε, καὶ συνιδὼν ὅτι καὶ πόλεις καὶ ἔθνη καὶ ἀρχὰς ἁπάσας δεῖ μεταβαλεῖν ὥσπερ ἀνθρώπους δαίμονα, καὶ τοῦτʼ ἔπαθε μὲν Ἴλιον, εὐτυχής ποτε πόλις, ἔπαθε δὲ ἡ Ἀσσυρίων καὶ Μήδων καὶ Περσῶν ἐπʼ ἐκείνοις ἀρχὴ μεγίστη γενομένη, καὶ ἡ μάλιστα ἔναγχος ἐκλάμψασα ἡ Μακεδόνων, εἴτε ἑκὼν εἴτε προφυγόντος αὐτὸν τοῦδε τοῦ ἔπους, ἔσσεται ἦμαρ ὅταν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
Πολυβίου δʼ αὐτοῦ ἐρομένου σὺν παρρησίᾳ (καὶ γὰρ ἦν αὐτοῦ καὶ διδάσκαλος) ὅ τι βούλοιτο ὁ λόγος, φασὶν οὐ φυλαξάμενον ὀνομάσαι τὴν πατρίδα σαφῶς, ὑπὲρ ἧς ἄρα, ἐς τἀνθρώπεια ἀφορῶν, ἐδεδίει.
καὶ τάδε μὲν Πολύβιος αὐτὸς ἀκούσας συγγράφει· Σκιπίων δʼ, ἐπεὶ κατέσκαπτο Καρχηδών, ἐπὶ μέν τινα ἡμερῶν ἀριθμὸν ἐπέτρεψε τῇ στρατιᾷ διαρπάζειν ὅσα μὴ χρυσὸς ἢ ἄργυρος ἢ ἀναθήματα ἦν, μετὰ δὲ τοῦτʼ ἀριστεῖα πολλὰ διαδοὺς ἅπασι, χωρὶς τῶν ἐς τὸ Ἀπολλώνιον ἁμαρτόντων, ναῦν ὀξυτάτην κοσμήσας λαφύροις ἄγγελον τῆς νίκης ἔστειλεν ἐς Ῥώμην, ἐς δὲ Σικελίαν περιέπεμπεν, ὅσα Καρχηδόνιοι σφῶν ἀναθήματα κοινὰ πολεμοῦντες ἔλαβον, ἐλθόντας ἐπιγιγνώσκειν καὶ κομίζεσθαι· ὃ καὶ μάλιστα αὐτὸν ἐδημαγώγησεν ὡς μετὰ τοῦ δυνατοῦ φιλάνθρωπον. ἀποδόμενος δὲ τὴν λείαν τὴν περισσήν, ὅπλα καὶ μηχανήματα καὶ ναῦς ἀχρήστους Ἄρει καὶ Ἀθηνᾷ διαζωσάμενος αὐτὸς ἔκαιε κατὰ τὰ πάτρια.
οἱ δʼ ἐν ἄστει ὡσαύτως τὴν ναῦν ἰδόντες καὶ τῆς νίκης περὶ δείλην ἑσπέραν πυθόμενοι ἐς τὰς ὁδοὺς ἐξεπήδων καὶ διενυκτέρευον μετʼ ἀλλήλων, ἡδόμενοι καὶ συμπλεκόμενοι ὡς ἄρτι μὲν ἐλεύθεροι φόβων γεγονότες, ἄρτι δʼ ἄρχοντες ἑτέρων ἀσφαλῶς, ἄρτι δὲ βέβαιον τὴν πόλιν ἔχοντες, καὶ νενικηκότες οἵαν οὔτινα πρότερον ἄλλην νικην. πολλὰ μὲν γὰρ αὑτοῖς συνῄδεσαν ἔργα λαμπρά, πολλὰ δε τοῖς πατρασιν ἔς τε Μακεδόνας καὶ Ἴβηρας καὶ ἐς Ἀντίοχον τὸν μέγαν ἔναγχος καὶ περὶ αὐτὴν Ἰταλίαν· πόλεμον δʼ οὐδένα ἄλλον οὕτως ἐπὶ θύραις ἐπίφοβον αὑτοῖς ᾔδεσαν, διά τε ἀνδρείαν καὶ φρόνημα καὶ τόλμαν ἐχθρῶν καὶ ἀπιστίαν ἐν σφίσιν ἐπικίνδυνον γενόμενον. ἀνέφερον δὲ καὶ ὧν ἔπαθον ὑπὸ Καρχηδονίων ἔν τε Σικελίᾳ καὶ Ἰβηρίᾳ καὶ περὶ αὐτὴν Ἰταλίαν ἑκκαίδεκα ἔτεσιν, Ἀννίβου τετρακόσια ἐμπρήσαντος ἄστη καὶ μυριάδας ἀνδρῶν τριάκοντα ἐν μόναις μάχαις ἀνελόντος, ἐπί τε τὴν Ῥώμην πολλάκις ἐλάσαντος καὶ ἐς ἔσχατον κινδύνου συναγαγόντος. ὧν ἐνθυμούμενοι μάλιστα ἐξίσταντο περὶ τῆς νίκης ἐς ἀπιστίαν αὐτῆς, καὶ αὖθις ἀνεπυνθάνοντο ἀλλήλων εἰ τῷ ὄντι Καρχηδὼν κατέσκαπται· ἐλεσχήνευόν τε διʼ ὅλης νυκτὸς ὅπως μὲν αὐτῶν τὰ ὅπλα περιῃρέθη καὶ ὅπως αὐτίκα παρὰ δόξαν ἐτεκτήναντο ἕτερα, ὅπως δὲ τὰς ναῦς ἀφῃρέθησαν καὶ στόλον ἐπήξαντο πάλιν ἐξ ὕλης παλαιᾶς, τό τε στόμα τοῦ λιμένος ὡς ἀπεκλείσθη, καὶ στόμα ὡς ὠρύξαντο ἕτερον ὀλίγαις ἡμέραις. καὶ τὸ τῶν τειχῶν ὕψος αὐτοῖς διὰ στόματος ἦν, καὶ τὰ τῶν λίθων μεγέθη, καὶ τὸ πῦρ ὃ πολλάκις ταῖς μηχαναῖς ἐπήνεγκαν. ὅλως τε τὸν πόλεμον ὡς ὁρῶντες ἄρτι γιγνόμενον ἀλλήλοις διετύπουν, καὶ ἐς τὰς φαντασίας τῶν λεγομένων τῷ σχήματι τοῦ σώματος συνεφέροντο. καὶ τὸν Σκιπίωνα ὁρᾶν ἐδόκουν ἐπὶ κλιμάκων, ἐπὶ νεῶν, ἐν π ύλαις, ἐν μάχαις, πανταχοῦ διαθεοντα. οὕτω μὲν οι Ῥωμαῖοι διενυκτέρευσαν,
ἅμα δʼ ἡμέρᾳ θυσίαι τε καὶ πομπαὶ τοῖς θεοῖς ἐγίγνοντο κατὰ φυλήν, καὶ ἀγῶνες ἐπὶ τούτοις καὶ θέαι ποικίλαι.
δέκα δὲ σφῶν αὐτῶν ἡ βουλὴ τοὺς ἀριστους ἔπεμπε διαθησομένους Λιβύην μέτα Σκιπίωνος ἐς τὸ Ῥωμαίων συμφέρον· οἳ Καρχηδόνος μὲν εἴ τι περίλοιπον ἔτι ἦν, ἔκριναν κατασκάψαι Σκιπίωνα, καὶ οἰκεῖν αὐτὴν ἀπεῖπον ἅπασι, καὶ ἐπηράσαντο, μάλιστα περὶ τῆς Βύρσης, εἴ τις οἰκήσειεν αὐτὴν ἢ τὰ καλούμενα Μέγαρα· ἐπιβαίνειν δʼ οὐκ ἀπεῖπον. ὅσαι δὲ πόλεις συνεμεμαχήκεσαν τοῖς πολεμίοις ἐπιμόνως, ἔδοξε καθελεῖν ἁπάσας· καὶ ὅσαι Ῥωμαίοις ἐβεβοηθήκεσαν, χώραν ἔδωκαν ἑκάστῃ τῆς δορικτήτου, καὶ πρῶτον μάλιστα Ἰτυκαίοις τὴν μέχρι Καρχηδόνος αὐτῆς καὶ Ἱππῶνος ἐπὶ θάτερα. τοῖς δὲ λοιποῖς φόρον ὥρισαν ἐπὶ τῇ γῇ καὶ ἐπὶ τοῖς σώμασιν, ἀνδρὶ καὶ γυναικὶ ὁμοίως. καὶ στρατηγὸν ἐτήσιον αὐτοῖς ἐκ Ῥώμης ἐπιπέμπειν ἔκριναν. οἱ μὲν δὴ ταῦτα προστάξαντες ἀπέπλεον ἐς Ῥώμην, ὁ δὲ Σκιπίων ἐποίει τὰ δόξαντα, καὶ θυσίας ἐτέλει καὶ ἀγῶνας ἐπὶ τῇ νίκῃ. ὡς δὲ αὐτῷ πάντα ἐξετετέλεστο, διαπλεύσας ἐπιφανέστατα δὴ πάντων διεθριάμβευε πολύχρυσον θρίαμβον, ἀγαλμάτων τε γέμοντα καὶ ἀναθημάτων, ὅσα Καρχηδόνιοι χρόνῳ πολλῷ και συνεχέσι νίκαις ἐκ πάσης γῆς συνενηνόχεσαν ἐς Λιβύην. τότε δʼ ἦν ὅτε καὶ κατὰ Μακεδόνων, ἁλόντος Ἀνδρισκου τοῦ ψευδοφιλίππου, τρίτος ἤγετο θρίαμβος, καὶ κατὰ τῆς Ἑλλάδος πρῶτος ὑπὸ Μομμίου. καὶ ἦν ταῦτα ἀμφὶ τὰς ἑξήκοντα καὶ ἑκατὸν ὀλυμπιάδας.
χρόνῳ δʼ ὕστερον, Γαΐου Γράκχου δημαρχοῦντος ἐν Ῥώμῃ καὶ στάσεων οὐσῶν ἐξ ἀπορίας, ἔδοξε κληρούχους ἐς Λιβύην πέμπειν ἑξακισχιλίους, διαγραφομένων δʼ ἀμφὶ τὴν Καρχηδόνα τῶν θεμελίων λύκοι τὰ θεμέλια ἀθρόα διέσπασαν καὶ συνέχεαν. καὶ τότε μὲν ἀνέσχεν ἡ βουλὴ τοῦ συνοικισμοῦ· χρόνῳ δὲ αὖθις, ὁπότε Γάιος Καῖσαρ ὁ καὶ δικτάτωρ ὕστερον αὐτοῖς διηνεκὴς γενόμενος Πομπήιον ἐς Αἴγυπτον ἐδίωκε καὶ τοὺς Πομπηίου φίλους ἐς Λιβύην ἀπʼ Αἰγύπτου, λέγεται, τῇ Καρχηδόνι παραστρατοπεδεύων, ὑπʼ ἐνυπνίου στρατὸν πολὺν ἰδὼν κλαίοντα ἐνοχληθῆναι, καὶ αὐτίκα ἑαυτῷ ἐς μνήμην ὑπογράψασθαι Καρχηδόνα συνοικίζειν. καὶ μετʼ οὐ πολὺ τῶν ἀπόρων αὐτὸν ἐς Ῥώμην ἐπανελθόντα περὶ γῆς παρακαλούντων, συνέτασσεν ὡς πέμψων τοὺς μὲν ἐς τὴν Καρχηδόνα τοὺς δʼ ἐς Κόρινθον. ἀλλʼ ὅδε μὲν θᾶσσον ἀνῃρέθη πρὸς τῶν ἐχθρῶν ἐν τῷ Ῥωμαίων βουλευτηρίῳ, ὁ δʼ ἐκείνου παῖς Ἰούλιος Καῖσαρ, ὁ Σεβαστὸς ἐπίκλησιν, ἐντυχὼν ἄρα ταῖς ὑπογραφαῖς τοῦ πατρὸς συνῴκισε τὴν νῦν Καρχηδόνα, ἀγχοτατω μάλιστα ἐκείνης, φυλαξάμενος τῆς πάλαι τὸ ἐπάρατον. οἰκήτοράς τε Ῥωμαίους μὲν αὐτὸν τρισχιλίους μάλιστα πυνθάνομαι, τοὺς δὲ λοιποὺς ἐκ τῶν περιοίκων συναγαγεῖν. ὧδε μὲν Λιβύης τῆς ὑπὸ Καρχηδονίοις Ῥωμαῖοι κατέσχον, καὶ Καρχηδόνα κατέσκαψάν τε καὶ συνῴκισαν αὖθις μετὰ ἔτη τῆς κατασκαφῆς ἑκατὸν καὶ δύο.