6.31
Καρχηδόνιοι δʼ ἐπὶ ταῖς κακοπραγίαις δυσφοροῦντες αἱροῦνται στρατηγὸν αὐτοκράτορα Ἀννίβαν, τὸν δὲ ναύαρχον ἔπεμπον ἐπὶ νεῶν, ἐπισπέρχειν αὐτὸν ἐπὶ τὴν διάβασιν. ἅμα δὲ ταῦτʼ ἔπρασσον, καὶ ἐς τὸν Σκιπίωνα περὶ εἰρήνης ἐπρεσβεύοντο, ἡγούμενοι τούτοιν πάντως ἂν ἑνὸς τυχεῖν, ἢ τὴν εἰρήνην ἕξειν, ἢ χρόνον διατρίψειν ἕως ἀφίκοιτο ὁ Ἀννίβας. Σκιπίων μὲν οὖν αὐτοῖς ἀνοχάς τε ἔδωκε, καὶ τὴν δαπάνην τοῦ στρατοῦ λαβὼν πρεσβεύειν ἐφῆκεν ἐς Ῥώμην· οἱ δὲ ἐπρέσβευον, καὶ τειχῶν ἐκτὸς ἐστάθμευον ὡς ἔτι πολέμιοι, ἀχθέντες τε ἐπὶ τὴν βουλὴν ἐδέοντο συγγνώμης τυχεῖν. τῶν δὲ βουλευτῶν οἱ μὲν τῆς Καρχηδονίων ἀπιστίας ὑπεμίμνησκον, ὁσάκις συνθοῖντο καὶ παραβαῖεν, ὅσα τε Ἀννίβας δράσειε δεινὰ Ῥωμαίους καὶ τοὺς Ῥωμαίων συμμάχους ἔν τε Ἰβηρίᾳ καὶ Ἰταλίᾳ· οἱ δὲ τὸ τῆς εἰρήνης χρήσιμον οὐ Καρχηδονίοις μᾶλλον ἢ σφίσιν ὑπεδείκνυον ἔσεσθαι, τῆς Ἰταλίας τοσοῖσδε πολέμοις ἐκτετρυχωμένης, τό τε τοῦ μέλλοντος περιδεὲς ἐπεξῄεσαν, ἐπιπλευσουμένων ἐπὶ τὸν Σκιπίωνα αὐτίκα σὺν μεγάλοις στρατοῖς Ἀννίβου τε ἐξ Ἰταλίας καὶ Μάγωνος ἐκ Λιγύων καὶ Ἄννωνος ἀπὸ Καρχηδόνος.