5.30
ἱππέως δὲ Ῥωμαίου θεράπων Ἴβηρ, ὑπονοήσας τι περὶ τῶν συνθεμένων, ὑπεκρίνατο συνειδέναι, ἕως τὸ πᾶν ἔμαθε, καὶ ἐμήνυσε τῷ δεσπότῃ, ὁ δὲ αὐτὸν ἐς τὸν Σκιπίωνα ἤγαγε, καὶ τὸ πλῆθος ἠλέγχετο. καὶ πάντας ὁ Σκιπίων ἔκτεινε καὶ ἐξέρριψε πρὸ τοῦ στρατοπέδου. αἴσθησις δʼ ἦν Ἄννωνι μὲν ὀξεῖα πλησίον ὄντι, καὶ οὐκ ἦλθεν ἐπὶ τὸ συγκείμενον, Ἀσδρούβας δὲ ἀγνοῶν ἀφίκετο. ὡς δὲ τὸ πλῆθος εἶδε τῶν νεκρῶν, εἴκασε τὸ συμβὰν καὶ ἀνεχώρει. καὶ αὐτὸν ὁ Ἄννων ἐς τὸ πλῆθος διέβαλλεν, ὡς ἀφίκοιτο Σκιπίωνι διδοὺς ἑαυτόν, ὁ δὲ οὐ λάβοι. Ἀσδρούβας μὲν δὴ καὶ ἐκ τοῦδε τοῖς Καρχηδονίοις ἦν μᾶλλον διὰ μίσους· ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Ἀμίλχαρ μὲν ἄφνω ταῖς Ῥωμαίων να υσὶν ἐπιπλεύσας μίαν ἔλαβε τριήρη καὶ φορτίδας ἕξ, Ἄννων δʼ ἐπιθέμενος τοῖς πολιορκοῦσιν Ἰτύκην ἀπεκρούσθη. Σκιπίων δέ, χρονίου τῆς πολιορκίας οὔσης, ταύτην μὲν διέλυσεν οὐδὲν ἀνύων, τὰς δὲ μηχανὰς ἐς Ἱππῶνα πόλιν μετετίθει. καὶ οὐδενὸς οὐδʼ ἐνταῦθα προκόπτοντος αὐτῷ, κατακαύσας ὡς ἄχρηστα τὰ μηχανήματα τὴν χώραν ἐπέτρεχε, τοὺς μὲν ἐς φιλίαν ἐπαγόμενος, τοὺς δὲ λῃζόμενος.