5.26
τοῦ δʼ αὐτοῦ χειμῶνος, ἐγγὺς ὄντος Σύφακος, Μασσανάσσης ᾔτησεν ἐπὶ τῇ ἰδίᾳ στρατιᾷ τὸ τρίτον τῆς Ῥωμαικῆς παρὰ Σκιπίωνος, καὶ λαβὼν ἡγουμένου τῶν Ῥωμαίων Λαιλίου, τὸν Σύφακα ἐδίωκεν. ὁ δὲ ὑπέφευγε, μέχρι καθορώμενος περί τινι ποταμῷ συνετάσσετο ἐς μάχην. οἱ μὲν οὖν Νομάδες ἑκατέρωθεν, ὥσπερ ἔθος αὐτοῖς, πολλὰ καὶ ἀθρόα ἠφίεσαν ἐπʼ ἀλλήλοις, οἱ δὲ Ῥωμαῖοι προβαλλόμενοι τὰς ἀσπίδας ἐπῄεσαν. Σύφαξ δὲ Μασσανάσσην ἰδών, ἵετο ἐπʼ αὐτὸν ὑπʼ ὀργῆς· ὁ δʼ ἀντεπήλασε γεγηθώς. καὶ ἀγῶνος πολλοῦ περὶ ἄμφω γενομένου, τραπέντες οἱ τοῦ Σύφακος ἐς φυγὴν τὸν ποταμὸν ἐπέρων, ἔνθα τις αὐτοῦ Σύφακος τὸν ἵππον ἔβαλεν· ὁ δʼ ἀπεσείσατο τὸν δεσπότην, καὶ ὁ Μασσανάσσης ἐπιδραμὼν εἷλεν αὐτόν τε Σύφακα καὶ τὸν ἕτερον αὐτοῦ τῶν υἱῶν. καὶ τούσδε μὲν εὐθὺς ἔπεμπε Σκιπίωνι, ἀπέθανον δʼ ἐν τῇ μάχῃ Σύφακος μὲν ἐς μυρίους ἄνδρας, Ῥωμαίων δὲ πέντε καὶ ἑβδομήκοντα, Μασσανάσσου δὲ τριακόσιοι. καὶ αἰχμάλωτοι Σύφακος ἐγένοντο τετρακισχίλιοι. τούτων ἦσαν Μασσύλιοι δισχίλιοι καὶ πεντακόσιοι, τῶν ἐς Σύφακα ἀπὸ Μασσανάσσου μεταστάντων· καὶ αὐτοὺς ὁ Μασσανάσσης ἐπὶ τῷδε ᾔτησε παρὰ Λαιλίου, καὶ λαβὼν κατέσφαξεν.