4.21
ταῦτʼ εἰπών, καὶ τοὺς ἡγεμόνας ἐκπέμψας ὁπλίσαι τὸν στρατόν, αὐτὸς ἐθύετο Τόλμῃ καὶ Φόβῳ, μηδὲν ὡς ἐν νυκτὶ πανικόν οἱ γενέσθαι, ἀλλὰ τὸν στρατὸν αὐτῷ θρασύτατον μάλιστα ὀφθῆναι. τρίτης δὲ ἤδη φυλακῆς ἠρέμα τῇ σάλπιγγι ὑπεσήμαινε, καὶ μετὰ σιγῆς βαθυτάτης στρατὸς τοσοῦτος ἐβάδιζεν, ἕως οἱ μὲν ἱππεῖς περιέστησαν ἐν κύκλῳ τοὺς πολεμίους, οἱ πεζοὶ δʼ ἐπὶ τὴν τάφρον αὐτῶν ἀφίκοντο. βοῇ δὲ τότε παμμιγεῖ καὶ σάλπιγξιν ἀθρόαις καὶ βυκανήμασιν ἐς κατάπληξιν χρώμενοι τοὺς μὲν φύλακας ἐξέωσαν ἐκ τῶν φυλακτηρίων, τὴν δὲ τάφρον ἔχουν καὶ τὰ σταυρώματα διέσπων. οἱ δʼ εὐτολμότατοι προδραμόντες ἐνέπρησάν τινας σκηνάς. καὶ οἱ Λίβυες μετʼ ἐκπλήξεως ἀνεπήδων τε ἐξ ὕπνου, καὶ τὰ ὅπλα μετελάμβανον, καὶ ἐς τὰς τάξεις ἀτάκτως ἐφέροντο, καὶ τῶν παραγγελλομένων διὰ τὸν θόρυβον οὐ κατήκουον, οὐδʼ αὐτοῦ τοῦ στρατηγοῦ τὸ ἀκριβὲς τῶν γιγνομένων εἰδότος. ἀναπηδῶντας οὖν αὐτοὺς οἱ Ῥωμαῖοι καὶ ὁπλιζομένους ἔτι καὶ ταρασσομένους κατελάμβανον, καὶ σκηνὰς πλέονας ἐνεπίμπρασαν, καὶ τοὺς ἐν ποσὶν ἀνῄρουν. τοῖς δʼ ἦν ἥ τε βοὴ τῶν ἐχθρῶν καὶ ἡ ὄψις καὶ τὰ ἔργα φοβερώτατα ὡς ἐν νυκτὶ καὶ ἀγνωσίᾳ τοῦ γιγνομένου κακοῦ. ἡγούμενοί τε εἰλῆφθαι τὸ στρατόπεδον, καὶ τὸ πῦρ τῶν ἐμπεπρησμένων σκηνῶν δεδιότες, ἐξέπιπτον ἑκόντες ἐξ αὐτῶν, καὶ ἐς τὸ πεδίον ὡς ἀσφαλέστερον ἐωθοῦντο· ὅθεν κατὰ μέρος, ὅπῃ τύχοιεν, ἀκόσμως διεδίδρασκον, καὶ ἐς τοὺς Ῥωμαίων ἱππέας, οἳ κύκλῳ περιεστήκεσαν, ἐμπίπτοντες ἀπέθνησκον.