Thesauros Literature History Λιβυκή

Λιβυκή

Λιβυκή Appianus of Alexandria
 
οὕτω μὲν Ἀννίβας ἐξέτασσε, Σκιπίωνι δʼ ἦσαν ἀμφὶ τοὺς δισμυρίους καὶ τρισχιλίους, ἱππεῖς δʼ Ἰταλῶν καὶ Ῥωμαίων χίλιοι καὶ πεντακόσιοι. συνεμάχει δὲ Μασσανάσσης ἱππεῦσι Νομάσι πολλοῖς, καὶ Δακάμας ἕτερος δυνάστης ἱππεῦσιν ἑξακοσίοις. τὸ μὲν οὖν πεζὸν ἐς τρεῖς καὶ ὅδε τάξεις ἐπέταττεν ὁμοίως Ἀννίβᾳ, λόχους δʼ ὀρθίους ἐποιεῖτο πάντας, ἵνα διʼ αὐτῶν οἱ ἱππεῖς εὐχερῶς διαθέοιεν. ἐφίστη δʼ ἑκάστῳ λόχῳ προμάχους κατὰ μέτωπον, οἳ ξύλα παχέα διπήχη μάλιστα, πυκνὰ καὶ τὰ πολλὰ αὐτῶν σεσιδηρωμένα, ἔμελλον ὡς καταπέλτας ἐκ χειρὸς ἐς τοὺς ἐλέφαντας ἐπιόντας ἀφήσειν. παρήγγελτο δʼ αὐτοῖς τε καὶ τοῖς ἄλλοις πεζοῖς ἐκκλίνειν τὴν ὁρμὴν τῶν θηρίων, καὶ περιθέοντας ἀκοντίζειν ἐς αὐτὰ συνεχῶς, καὶ προσπελάζοντας, ὅτε δύναιντο, ὑποτέμνειν τὰ νεῦρα. οὕτω μὲν οἱ πεζοὶ διετετάχατο τῷ Σκιπίωνι· τοὺς δʼ ἱππέας τοὺς μὲν Νομαδικοὺς ἐπέστησε τοῖς κερασιν, εἰθισμένους τὴν τῶν ἐλεφάντων ὄψιν καὶ ὀδμὴν φέρειν, τοὺς δὲ Ἰταλικοὺς διὰ τὸ ἄηθες ὀπίσω πάντων, ἑτοίμους ἐπελθεῖν διὰ τῶν διαστημάτων, ὅτε τὴν πρώτην τῶν ἐλεφάντων ὁρμὴν ὑπομείνειαν οἱ πεζοί. παρʼ ἕκαστον δὲ τῶν ἱππέων τῶνδε ὑπηρέτης ἦν πολλὰ ἀκόντια φέρων, οἷς ἐπενόει τὰ θηρία ἀμύνεσθαι. οὕτω μὲν αὐτῷ καὶ ἡ ἵππος εἶχε, παρεδίδου δὲ τὸ μὲν δεξιὸν Λαιλίῳ, τὸ δὲ λαιὸν Ὀκταουιῳ. ἐν δὲ τοῖς μέσοις ἤστην αὐτός τε καὶ Ἀννίβας, κατὰ δόξαν ἀλλήλων, ἔχοντες ἀμφʼ αὑτοὺς ἱππέας, ἐπικουρεῖν ὅπῃ τι πονούμενον ἴδοιεν, ὁ μὲν Ἀννίβας τετρακισχιλίους, ὁ δὲ Σκιπίων δισχιλίους, καὶ τοὺς τριακοσίους Ἰταλοὺς οὓς αὐτὸς ὥπλισεν ἐν Σικελίᾳ.
 
ἐπεὶ δὲ ἕτοιμα ἦν αὐτοῖς, ἐπέτρεχε τοὺς ἰδίους ἐπισπέρχων ἑκάτερος, ὁ μὲν Σκιπίων τοὺς θεοὺς κατακαλῶν ἐν ὄψει τῶν στρατευομένων, ἐς οὓς οἱ Καρχηδόνιοι παρεσπονδήκεσαν ὁσάκις ἔλυον τὰ συγκείμενα, καὶ τὴν στρατιὰν ἀξιῶν μὴ ἐς τὸ πλῆθος τῶν πολεμίων ἀφορᾶν, ἀλλʼ ἐς τὴν ἀρετὴν αὑτῶν, ᾗ καὶ πρότερον τῶνδε τῶν ἐχθρῶν πλειόνων ὄντων ἐπεκράτησαν ἐν τῇδε τῇ γῇ. εἰ δʼ ἔστι καὶ τοῖς νικήσασιν ἐπὶ τῷ μέλλοντι φόβος ἢ δέος ἢ ἀμφιβολία, πόσῳ ταῦτα τοῖς νενικημένοις πλεονάζειν ἀνάγκη. οὕτω μὲν ὁ Σκιπίων ἠρέθιζέ τε καὶ παρηγόρει τῆς ὀλιγότητος· ὁ δʼ Ἀννίβας τῶν τε ἐν Ἰταλίᾳ γεγονότων ἔργων ὑπεμίμνησκεν αὐτούς, ὡς λαμπρὰ καὶ μεγάλα πράξειαν, οὐκ ἐπὶ Νομάσιν ἀλλʼ ἐπὶ πᾶσιν Ἰταλοῖς κατὰ τὴν Ἰταλίαν, καὶ τὴν ὀλιγότητα τῶν ἐχθρῶν αὐτόθεν ἑστὼς ἐπεδείκνυε, καὶ παρεκάλει μὴ χείρους ὀλιγωτέρων ἐν οἰκείᾳ γῇ πλέονας ὄντας ὀφθῆναι. τὸν δὲ κίνδυνον τοῦ παρόντος ἀγῶνος καὶ τὸ μέγεθος ἑκάτερος τοῖς ἰδίοις ὑπερεπῆρεν, Ἀννίβας μὲν ὅτι Καρχηδόνα καὶ Λιβύην ἅπασαν ὁ ἀγὼν ὅδε κρινεῖ, ἢ δούλην εὐθὺς ἡσσωμένων εἶναι, ἢ ἐς τὸ ἔπειτα ἄρχειν ἁπάντων ὧν ἐπεκράτουν, Σκιπίων δʼ ὅτι νικωμένοις μὲν οὐδʼ ἀναχώρησις ἔστιν ἀσφαλής, ἐπικρατοῦσι δὲ ἀρχὴ μεγάλη προσγίγνεται καὶ ἀνάπαυλα πόνων τῶν παρόντων καὶ ἐς τὰ οἰκεῖα ἀπόπλους καὶ ἐς τὸ μέλλον εὔκλεια.
 
οὕτω παροξύνας τοὺς ἰδίους ἑκάτερος ἐς τὸν ἀγῶνα συνῄεσαν, Ἀννίβας μὲν σαλπίγγων κατάρξας, Σκιπίων δʼ ἀντηχεῖν κελεύσας. συνιόντων δʼ αὐτῶν οἱ μὲν ἐλέφαντες κατῆρχον τῆς μάχης, ἐς τὸ φοβερώτατον ἐσκευασμένοι καὶ τοῖς κέντροις ἐξοτρυνόμενοι πρὸς τῶν ἐπικαθημένων· περιθέοντες δʼ αὐτοὺς οἱ Νομάδες ἱππεῖς ἐσηκόντιζον ἀθρόως, μέχρι τρωθέντας τε καὶ φεύγοντας καὶ δυσπειθῶς ἤδη ἔχοντας ἀπήγαγον ἐκ τῆς μάχης οἱ ἐπιβάται. καὶ τάδε μὲν ἦν περὶ τοὺς ἀμφὶ τὰ κέρατα ἐλέφαντας· οἱ δʼ ἐν μέσῃ τῇ φάλαγγι τοὺς Ῥωμαίων πεζοὺς κατεπάτουν, ἀπείρους τε μάχης τοιᾶσδε ὄντας καὶ βαρεῖς ὑπὸ τῆς ὁπλίσεως, καὶ παρʼ αὐτὸ φεύγειν εὐκόλως ἢ διώκειν οὐ δυναμένους, ἕως ὁ Σκιπίων τοὺς ἱππέας τοὺς Ἰταλικούς, ὀπίσω τεταγμένους καὶ κουφότερον ἐσκευασμένους, ἐπαγαγὼν ἀποβῆναι τῶν ἵππων ταρασσομένων ἐκέλευσε, καὶ τοὺς ἐλέφαντας περιθέοντας ἐσακοντίζειν. πρῶτός τε αὐτὸς ἀποβὰς ἔτρωσε τὸν προπηδῶντα τῶν ἐλεφάντων. θαρρησάντων δὲ τῶν ἄλλων, καὶ τιτρωσκόντων ἤδη πανταχόθεν αὐτούς, καὶ οἵδε ὑπεχώρουν.
 
καὶ γενομένης τῆς μάχης καθαρᾶς θηριων, ὁ ἀγὼν ἐγίγνετο μόνων ἀνδρῶν τε καὶ ἵππων. τὸ μὲν οὖν δεξιὸν τὸ Ῥωμαίων, οὗ Λαίλιος ἐπεστάτει, τρέπεται τοὺς ἐναντίους Νομάδας, Μασσανάσσου βαλόντος αὐτῶν τὸν δυνάστην Μασσάθην· ὀξέως δʼ αὐτοὺς ὁ Ἀννίβας ἐπιδραμὼν συνέτασσε τὴν μάχην. τὸ δὲ λαιόν, ἔνθα Ῥωμαίων μὲν Ὀκτάουιος ἐπεστάτει, τῶν δὲ πολεμίων Κελτοὶ καὶ Λίγυες ἦσαν, ἐπόνει μάλα καρτερῶς ἑκατέροις. καὶ Σκιπίων μὲν ἔπεμπε Θέρμον τὸν χιλίαρχον ἐπικουρεῖν μετʼ ἐπιλέκτων· Ἀννίβας δʼ ἐπεὶ τὸ λαιὸν συνέστησεν, ἐς τοὺς Λίγυας καὶ Κελτοὺς μεθίππευεν, ἐπάγων ἅμα τὴν δευτέραν τάξιν Καρχηδονίων τε καὶ Λιβύων. κατιδὼν δʼ αὐτὸν ὁ Σκιπίων ἀντιπαρῆγε μεθʼ ἑτέρου στίφους. δύο δὲ στρατηγῶν ἀρίστων ἐς ἀγῶνα συνιόντων, ἔρις ἦν τῶν ὑφʼ ἑκατέρῳ λαμπρὰ καὶ δέος, καὶ προθυμίας οὐδετέροις τι ἐνέλιπε, σφοδροῦ καὶ ὀξέος ὄντος πόνου τε καὶ παρακελεύσεως.
 
μακρᾶς δὲ καὶ ἀκρίτου τῆς μάχης οὔσης, οἱ στρατηγοὶ τοὺς κάμνοντας ἐλεοῦντες ὥρμων ἐπʼ ἀλλήλους ὡς ἐν σφίσι τῆς κρίσεως ταχυτέρας ἐσομένης. καὶ ἠκόντισαν ὁμοῦ, Σκιπίων μὲν Ἀννίβου τὴν ἀσπίδα, ὁ δʼ Ἀννίβας ἔτυχε τοῦ ἵππου. καὶ ὁ ἵππος ὑπὸ τῆς πληγῆς ἐξέφερεν ὀπίσω τὸν Σκιπίωνα, μέχρι περιβὰς ἕτερον ἵππον αὖθις ἐς τὸν Ἀννίβαν ἠκόντισεν. ἀλλʼ ἀπέτυχεν αὐτοῦ καὶ τότε, τὸν δὲ ἱππέα τὸν ἐγγὺς ἔβαλεν. ἧκε δʼ ἐν τούτῳ καὶ Μασσανάσσης πυθόμενος. καὶ οἱ Ῥωμαῖοι τὸν στρατηγὸν ὁρῶντες στρατιωτικῶς σφῶν ὑπερμαχόμενον, καρτερώτερεν τοῖς πολεμίοις ἐνέπεσον καὶ ἐτρέψαντο καὶ φεύγοντας ἐδίωκον· οὐδὲ παριππεύοντος αὐτοῖς τοῦ Ἀννίβου καὶ δεομένου στῆναι καὶ τῆς μάχης αὖθις ἐς πεῖραν ἐλθεῖν ἔτι ἐπείθοντο. ἀπογνοὺς οὖν αὐτῶν ὁ Ἀννίβας τοὺς ἐξ Ἰταλιας οἱ συνελθόντας, ἐφεδρεύοντας ἔτι καὶ ἀτρεμοῦντας, ἦγεν ἐπὶ τὴν μάχην, ἐλπίσας Ῥωμαίοις ἅτε διώκουσιν ἀσυντακτοτέροις ἐπιπεσεῖσθαι. οἱ δὲ τὸ ἐνθύμημα αὐτοῦ θεασάμενοι, μετὰ σπουδῆς ἀλλήλους ἐκ τῆς διώξεως ἀνεκάλουν, καὶ συνετάσσοντο αὖθις ἐς μάχην. οὔτε δὲ ἵππων σφίσι παρόντων οὔτε ἀκοντίων ἔτι ὄντων, ξίφεσιν ἐς ἀλλήλους ἐχρῶντο καὶ συνεπλέκοντο. φόνος τε ἦν πολὺς ἐνθάδε μάλιστα καὶ τραύματα μέγιστα, καὶ πιπτόντων στόνος καὶ ἀναιρούντων μεγαλαυχία, μέχρι ποτὲ καὶ τούσδε ἐτρέψαντο οἱ Ἰταλοὶ καὶ φεύγουσιν εἵποντο, κρίσις τε ἦν λαμπρὰ τοῦ πολέμου.
 
καὶ ὁ Ἀννίβας ἐν τῇ φυγῇ θεασάμενος ἱππέων Νομάδων πλῆθος συνεστώς, προσδραμὼν ἠξίου μὴ προλιπεῖν αὐτόν, καὶ πείσας ἐπῆγε τοῖς διώκουσιν, ἐλπίσας ἐργάσεσθαί τινα παλινδίωξιν. πρώτοις δὲ Μασσυλίοις ἐντυχὼν ἐμάχετο, καὶ μόνος ἦν ἔτι οὗτος ὁ ἀγὼν Μασσανάσσου καὶ Ἀννίβου συνεστώτων. φερομένων δὲ καὶ τῶνδε ἐπʼ ἀλλήλους ὑπὸ προθυμίας, ἐς μὲν τὴν ἀσπίδα ὁ Μασσανάσσης ἠκόντισε βαλών, ὁ δὲ Ἀννίβας καὶ τότε ἔτυχε τοῦ ἵππου. καὶ ὁ Μασσανάσσης ἐκπεσὼν πεζὸς ἐπὶ τὸν Ἀννίβαν ὥρμα, τόν τε ἐπελαύνοντά οἱ πρὸ τῶν ἄλλων ἱππέα βαλὼν ἀπέκτεινεν. καὶ τῶν λοιπῶν τὰ ἀκόντια ἐς τὸν ἐλεφαντιστὴν ἐκδεχόμενος, ἓν τῶν ἐμπεπηγότων ἐξεῖλε, καὶ ἀκοντίσας ἐς τὸν Ἀννίβαν αὖθις οὐδʼ ὣς ἐπετύγχανεν, ἀλλὰ τὸν ἐγγὺς ἱππέα καὶ ὅδε ἀπέκτεινεν. ἕτερον δʼ ἐξέλκων ἐς τὸν βραχίονα ἐτρώθη, καὶ ὑπεχώρησεν ἐκ τῆς μάχης ἐπʼ ὀλίγον. Σκιπίων δὲ πυθόμενος ἔδεισε περὶ τῷ Μασσανάσσῃ, καὶ ἐς τὸ ἔργον ἠπείγετο· καὶ ηὗρε τὸν Μασσανάσσην ἐς τὴν μάχην αὖθις ἐπὶ ἵππου φερόμενον ἑτέρου, τὸ τραῦμα ἐπιδήσαντα. ὅ τε ἀγὼν ἦν ἴσος αὖθις αὐτοῖς καὶ πάνυ καρτερός, αἰδουμένων τοὺς στρατηγοὺς ἑκατέρων, ἕως ὁ Ἀννίβας ἐπί τινος λόφου θεασάμενος Ἴβηρας καὶ Κελτοὺς συνεστῶτας ἐξίππευσεν ὡς κἀκείνους ἐπάξων. τότε γὰρ οἱ μαχόμενοι, τῆς μὲν αἰτίας οὐ συνιέντες, τὴν δʼ ἀποχώρησιν αὐτοῦ φυγὴν ὑπολαβόντες εἶναι, τὸν ἀγῶνα μεθῆκαν ἑκόντες καὶ ἔφυγον ἀκόσμως, οὐχ ᾗπερ ἑώρων Ἀννίβαν, ἀλλʼ ὅπῃ τύχοιεν ἕκαστοι. καὶ οἱ μὲν οὕτω διελύθησαν, Ῥωμαῖοι δʼ αὐτούς, ὡς τετελεσμένης τῆς μάχης, ἐδίωκον ἀτάκτως, οὐδʼ αὐτοὶ τῆς Ἀννίβου προαιρέσεως συνιέντες.
 
ὁ δʼ ἐπανῄει πεφραγμένος Ἴβηρσι καὶ Κελτοῖς ἀπὸ του λόφου. καὶ ὁ Σκιπίων αὖθις ἐκ τῆς διώξεως τοὺς Ῥωμαίους ἀνεκάλει μετὰ σπουδῆς, καὶ παρέτασσε πολὺ πλείονας τῶν ἀπὸ τοῦ λόφου καταβεβηκότων· ὅθεν αὐτῶν οὐ δυσχερῶς περιεγίγνετο. Ἀννίβας δὲ καὶ τῆσδε τῆς πείρας τελευταίας γενομένης ἀποτυχών, ἔφευγεν ἤδη σαφῶς ἀπογνοὺς ἅπαντα. καὶ αὐτὸν ἐδίωκον ἱππεῖς ἄλλοι τε πολλοὶ καὶ Μασσανάσσης, περιώδυνος ὢν ἐκ τοῦ τραύματος, ἀεί τε πλησιάζων, καὶ μέγα ποιούμενος αἰχμάλωτον Ἀννίβαν ἀγαγεῖν Σκιπίωνι. τὸν δὲ νὺξ ἐρρύσατο, καὶ σκότιος μετʼ εἴκοσιν ἱππέων, τῶν δυνηθέντων σὺν αὐτῷ συνανύσαι τὸν δρόμον, ἐς πόλιν κατέφυγεν ᾗ ὄνομα Θῶν, ἔνθα Βρεττίων ἔγνω καὶ Ἰβήρων ἱππέας πολλοὺς ἀπὸ τῆς ἥττης συμπεφευγότας. δείσας οὖν περὶ μὲν τῶν Ἰβήρων ὡς βαρβάρων ταχυέργων, περὶ δὲ Βρεττίων ὡς Ἰταλῶν ὁμοεθνῶν Σκιπίωνι, μὴ ἐς συγγνώμην ὧν ἐξήμαρτον ἐς τὴν Ἰταλίαν, προσαγάγωσιν αὐτὸν τῷ Σκιπίωνι, λαθὼν ἐξέφυγε μεθʼ ἑνὸς ἱππέως, ᾧ μάλιστʼ ἐπίστευεν. σταδίους δʼ ἀνύσας ἐς τρισχιλίους δύο νυξί τε καὶ ἡμέραις, ἧκεν ἐς πόλιν ἐπὶ θαλάσσης Ἀδρυμητόν, ἔνθα τι μέρος ἦν αὐτῷ στρατιᾶς σιτοφυλακοῦν. περιπέμπων δʼ ἐς τὰ πλησίον, καὶ τοὺς ἐκ τῆς μάχης διαφυγόντας ἀναλαμβάνων, ὅπλα καὶ μηχανήματα εἰργάζετο.
 
Σκιπιων δε νίκην ἀριστην νενικηκως, τὰ μὲν ἄχρηστα τῆς λείας ἐνεπιμπρη διαζωσάμενος αὐτός, ὥσπερ εἰώθασι Ῥωμαίων οἱ στρατηγοι, χρυσίου δʼ ἐς Ῥώμην τάλαντα δέκα καὶ ἀργυριου δισχίλια καὶ πεντακόσια καὶ ἐλέφαντα εἰργασμένον καὶ τοὺς ἐπιφανεῖς τῶν αἰχμαλώτων ἔπεμπε, καὶ Λαίλιον ἐξαγγελοῦντα περὶ τῆς νίκης, ἐπὶ νεῶν . . , τὰ δὲ λοιπὰ ἀποδόμενος τὴν τιμὴν ἐπιδιεῖλε τῷ στρατῷ, καὶ δῶρα τοῖς ἀριστεύσασιν ἐδίδου, καὶ Μασσανάσσην ἐστεφάνου καὶ τότε. καὶ τὰς πόλεις ἐπιὼν ἐχειροῦτο. τὸ μὲν δὴ τέλος τῆς Ἀννίβου τε καὶ Σκιπίωνος ἐν Λιβύῃ μάχης, τότε πρῶτον ἀλλήλοις ἐς χεῖρας ἐλθόντων, τοῦτʼ ἦν, ἀπέθανον δὲ Ῥωμαίων μὲν δισχίλιοι καὶ πεντακόσιοι, Μασσανάσσου δʼ ἔτι πλείονες, καὶ τῶν πολεμίων δισμύριοι καὶ πεντακισχίλιοι. αἰχμάλωτοι δʼ ἐλήφθησαν ὀκτακισχίλιοι καὶ πεντακόσιοι. καὶ Ἴβηρες ηὐτομόλησαν πρὸς Σκιπίωνα τριακόσιοι, καὶ Νομάδες πρὸς Μασσανάσσην ὀκτακόσιοι.
 
οὔπω δὲ οὔτε Καρχηδόνιοι τῶνδε οὔτε Ῥωμαῖοι πυθόμενοι, οἱ μὲν ἐπέστελλον Μάγωνι, ξενολογοῦντι ἔτι Κελτούς, ἐσβαλεῖν ἐς τὴν Ἰταλίαν, εἰ δύναιτο, ἢ ἐς Λιβύην μετὰ τῶν μισθοφόρων καταπλεῦσαι, οἱ δέ, τῶνδε τῶν γραμμάτων ἁλόντων καὶ ἐς Ῥώμην κομισθέντων, στρατιὰν ἄλλην καὶ ἵππους καὶ ναῦς καὶ χρήματα ἔπεμπον τῷ Σκιπίωνι. ὁ δὲ ἤδη τῇ Καρχηδόνι κατὰ μὲν τὴν γῆν ἐπέπεμπεν Ὀκτάουιον, ταῖς δὲ ναυσὶν αὐτὸς ἐπέπλει. καὶ οἱ Καρχηδόνιοι τὴν ἧσσαν Ἀννίβου πυθόμενοι, πρέσβεις ἐπὶ κελητίου προσέπεμπον τῷ Σκιπίωνι, ὧν ἡγοῦντο Ἄννων τε ὁ μέγας λεγόμενος καὶ Ἀσδρούβας ὁ ἔριφος· οἳ τὸ κηρύκειον ὑψηλὸν ἔστησαν ἐπὶ τῆς πρᾴρας, καὶ τὰς χεῖρας ὤρεγον ἐς τὸν Σκιπίωνα ἱκετῶν τρόπον. ὁ δὲ αὐτοὺς ἐκέλευσεν ἥκειν ἐς τὸ στρατόπεδον καὶ ἐλθοῦσιν ἐφʼ ὑψηλοῦ προκαθήμενος ἐχρημάτιζεν. οἱ δὲ μετʼ οἰμωγῆς ἑαυτοὺς ἐρρίπτουν ἐς τὸ ἔδαφος, καὶ τῶν ὑπηρετῶν ἀνιστάντων καὶ λέγειν κελευόντων ὅ τι θέλοιεν, Ἀσδρούβας ὁ ἔριφος εἶπεν·
 
ἐμοὶ μὲν ἔστιν, ὦ Ῥωμαῖοι, καὶ Ἄννωνι τῷδε, καὶ ὅσοι Καρχηδονίων ἔμφρονες, καθαρεύειν ἁμαρτημάτων ὧν ἡμῖν ἐπικαλεῖτε· τοὺς γὰρ πρέσβεις ὑμῶν, ἐς οὓς ἐξήμαρτεν ἡ πατρὶς ἄκουσα ὑπὸ λιμοῦ, περιεσώζομεν καὶ πρὸς ὑμᾶς ἐπέμπομεν. χρὴ δʼ ὑμᾶς μηδὲ Καρχηδονίων καταγιγνώσκειν ἁπάντων, οἵ γε τὴν εἰρήνην καὶ πρότερον ᾔτησαν καὶ λαβόντες προθύμως ὤμνυον. εἰσὶ δʼ αἱ πόλεις ἐπὶ τὸ χεῖρον εὐεπίστρεπτοι, καὶ τὸ πρὸς χάριν ἀεὶ παρὰ τοῖς πλήθεσιν ἐπικρατεῖ. ἃ καὶ ἡμεῖς ἐπάθομεν, οὔτε πεῖσαι δυνηθέντες τὸ πλῆθος οὔτʼ ἐπισχεῖν διὰ τοὺς ἐκεῖ μὲν διαβάλλοντας ἡμᾶς, παρὰ δὲ ὑμῖν τὴν παρρησίαν ἀφῃρημένους. μὴ δὴ ἀπὸ τῆς ὑμετέρας εὐπειθείας ἢ εὐβουλίας, ὦ Ῥωμαῖοι, τὰ παρʼ ἡμῖν κρίνετε, ἀλλʼ εἴ τῳ καὶ τὸ πεισθῆναι τοι?͂ς ἐπιτρίβουσιν ἀδίκημα εἶναι δοκεῖ, τὸν λιμὸν ἐπίδεσθε, καὶ τὴν ἀνάγκην ἣ γέγονεν ἡμῖν ὑπὸ τοῦ πάθους. οὐ γὰρ δὴ τῶν αὐτῶν ἔργον ἑκούσιον ἦν ἄρτι μὲν περὶ εἰρήνης παρακαλεῖν, καὶ χρήματα τοσαῦτα διδόναι, καὶ τῶν νεῶν τῶν μακρῶν πλὴν ὀλίγων ἀφίστασθαι, καὶ τὸ πολὺ τῆς ἀρχῆς ὑμῖν παριέναι, καὶ περὶ τῶνδε ὀμνύναι τε καὶ ὁρκοῦν πέμψαντας ἐς Ῥωμην, ἔτι δʼ ὄντων τῶν ἡμετέρων πρέσβεων παρʼ ὑμῖν ἑκόντας ἁμαρτεῖν. ἀλλὰ μάλιστα μὲν θεῶν τις ἔβλαψε, καὶ ὁ χειμὼν ὁ τὴν ἀγορὰν ὑμῶν ἐς Καρχηδόνα καταγαγών· ἐπὶ δὲ τῷ χειμῶνι ὁ λιμὸς ἡμᾶς ἀφείλετο μὴ καλῶς ὑπὲρ τῶν ἀλλοτρίων φρονῆσαι, πάντων ἐνδεεῖς ὄντας. οὐδὲ λογισμὸν αἰτεῖν ἄξιον παρὰ πλήθους ἀσυντάκτου καὶ ἀτυχοῦντος.
 
εἰ δὲ καὶ ὣς ἀδικεῖν ὑμῖν δοκοῦμεν, οὐκ ἀτυχεῖν, ὁμολογοῦμεν, καὶ διʼ αὐτὸ καὶ παρακαλοῦμεν. ἔστι δὲ τῶν μὲν οὐδὲν ἁμαρτόντων δικαιολογία, τῶν δʼ ἁμαρτόντων παράκλησις. ἐφʼ ᾗ ταχύτερός ἐστιν ὁ τῶν εὐτυχούντων ἔλεος, τὰ ἀνθρώπεια ὑφορωμένων, ὅταν αἴσθωνται διὰ τὰς αἰφνιδίους μεταβολὰς παρακαλοῦντας τοὺς ἐχθὲς ἀδικεῖν δυναμένους. οἷα καὶ ἡ Καρχηδονίων πόλις, ἡ τῆς Λιβύης μεγίστη καὶ δυνατωτάτη ναυσὶ καὶ χρήμασιν ὁμοῦ καὶ ἐλέφασι καὶ στρατῷ πεζῷ τε καὶ ἱππικῷ, καὶ ὑπηκόοις πολλοῖς, ἑπτακοσίοις ἔτεσιν ἀνθήσασα, καὶ Λιβύης πάσης καὶ ἄλλων ἐθνῶν καὶ νήσων καὶ θαλάσσης τοσῆσδε ἄρξασα, καὶ ὑμῖν αὐτοῖς ἐς ἀμφήριστον ἐπὶ πλεῖστον ἐλθοῦσα, νῦν οὐκ ἐν τῇ θαλάσσῃ καὶ ταῖς ναυσίν, οὐδʼ ἐν τοῖς ἐλέφασι καὶ ἵπποις, οὐδʼ ἐν τοῖς ὑπηκόοις, ὧν πάντων ὑμῖν ἀφίσταται, τὴν ἐλπίδα τῆς σωτηρίας, ἀλλʼ ἐν αὐτοῖς ὑμῖν ἔχει τοῖς προπεπονθόσι κακῶς. ἃ χρὴ θεωροῦντας ὑμᾶς, καὶ τὴν ἐπʼ αὐτοῖς νέμεσιν φυλασσομένους, μετριοπαθῶς χρῆσθαι ταῖς εὐπραξίαις, καὶ τῆς σφετέρας αὐτῶν, ὦ Ῥωμαῖοι, μεγαλοφροσύνης καὶ τῆς Καρχηδονίων ποτὲ τύχης ἄξια πράσσειν, τάς τε τοῦ δαιμονίου μεταβολὰς ἀνεπιφθόνως ἐν ταῖς ἡμετέραις συμφοραῖς διατίθεσθαι, ἵνα καὶ πρὸς τοὺς θεοὺς ἀναμάρτητα ᾖ τὰ ὑμέτερα ὑμῖν, καὶ πρὸς ἀνθρώπους ἀξιέπαινα πάντας.
 
οὐ γὰρ δὴ μὴ μετάθωνται γε καὶ νῦν οἱ Καρχηδόνιοι δέος ἔστιν, οἳ τοσήνδε μετάνοιαν καὶ δίκην τῆς πρὶν ἀγνωμοσύνης ὑφίστανται. ἔστι δʼ ἀναμαρτησίας τοῖς μὲν σώφροσιν ἡ εὐβουλία φυλακή, τοῖς δʼ ἁμαρτοῦσι τὸ προπαθεῖν καὶ μεταγνῶναι. βεβαιοτέρους τε εἰκός ἐστι τοὺς νενουθετημένους εἶναι τῶν ἀπειράτων. οὐδʼ ἄξιον Καρχηδονίοις ὑμᾶς ὠμότητα καὶ ἁμαρτίαν ἐπικαλοῦντας ταῦτα μιμεῖσθαι· τοῖς μὲν γὰρ ἀτυχοῦσιν ἑτέρων ἁμαρτημάτων ἄρχουσιν ὑπὸ τῆς ἀπορίας αἱ συμφοραί, τοῖς δʼ εὖ πράσσουσιν ἐν ἐξουσίᾳ τὸ φιλάνθρωπόν ἐστιν. οὐδʼ εὐκλεές, οὐδὲ συμφέρον ἐς τὴν ἀρχὴν ὑμῖν ἐστὶ πόλιν τοσήνδε καθαιρεῖν μᾶλλον ἢ περισώζειν. ἐστὲ δὲ ἀμείνονες μὲν ὑμεῖς τῶν ὑμετέρων συμφερόντων κριταί, ἡμεῖς δʼ ὑμῖν ἐς τὴν ἑαυτῶν σωτηρίαν δύο ταῦτα μάλιστα φέρομεν ἐκ πάντων, τὸ τῆς Καρχηδονίων ποτὲ ἀξίωμα ἀρχῆς, καὶ τὴν ὑμετέραν αὐτῶν ἐς πάντα μετριοπάθειαν, ἣ μετὰ τῶν ὅπλων ἐς τοσοῦτον ὑμᾶς ἐπῇρεν ἀρχῆς καὶ δυνάμεως. τίσι δὲ συνθήκαις, ἂν ἄρα διδῶτε τὴν εἰρήνην, χρησόμεθα περὶ αὐτῆς, περισσὸν λέγειν τοὺς ἐφʼ ὑμῖν τὰ ἑαυτῶν τιθεμένους.
 
τοσαῦτʼ εἰπὼν ὁ ἔριφος ἐπέκλαυσεν. ὁ δὲ Σκιπίων μεταστησάμενος αὐτοὺς ἐβουλεύετο μετὰ τῶν ἀρίστων ἐπὶ πολύ. ὡς δʼ ἔκρινεν, ἐσκαλέσας αὐτοὺς ἔλεγεν ὧδε· ἐστὲ μὲν οὐδεμιᾶς συγγνώμης ἄξιοι, πολλάκις ἐς σπονδὰς ἡμῶν ὑβρίσαντες, καὶ τὰ τελευταῖα νῦν καὶ ἐς πρεσβείας ἁμαρτόντες οὕτω φανερῶς καὶ ἀθεμίτως ὡς μήτε ἐξαρνεῖσθαι μήτε ἀντιλέγειν ὅτι μὴ τῆς ἐσχάτης ἐστὲ τιμωρίας ἄξιοι. τί δὲ δεῖ κατηγορεῖν τῶν ὁμολογούντων; ἐς ἱκεσίας καταφεύγετε οἱ μηδʼ ὄνομα Ῥωμαίων ὑπολιπόντες ἄν, εἰ ὑμεῖς ἐκρατήσατε. ἀλλʼ ἡμεῖς μὲν οὐδέ ποθʼ ὑμῖν ὅμοια ποιήσομεν, ἐπεὶ καὶ τοὺς πρέσβεις ὑμῶν, ἔτι ὄντας ἐν Ῥώμῃ, παρεσπονδηκότων ὑμῶν καὶ ἐς πρέσβεις ἁμαρτόντων, ἥ τε πόλις ἀπέλυσε, κἀγὼ καταχθέντας ἐς τὸ στρατόπεδον πρὸς ὑμᾶς ἤδη πολεμοῦντας ἀπέπεμψα ἀπαθεῖς. χρὴ δʼ ὑμᾶς καταγιγνώσκοντας αὑτῶν, ὅ τι ἂν λάβητε, κέρδος ἡγεῖσθαι. λέξω δʼ ἅ μοι δοκεῖ, καὶ ἡ σύγκλητος ἐπιψηφιεῖ ἃ ἂν δοκιμάσῃ.
 
δίδομεν ὑμῖν καὶ ἔτι τὴν εἰρήνην, ὦ Καρχηδόνιοι, ἢν τάς τε ναῦς τὰς μακρὰς παραδιδῶτε Ῥωμαίοις χωρὶς δέκα μόνων, καὶ τοὺς ἐλέφαντας ὅσους ἔχετε, καὶ ὅσα ἡρπάσατε πρῴην, ἢ τῶν ἀπολωλότων τιμήν, ἐμοῦ τὰ ἀμφίβολα κρίνοντος, καὶ αἰχμάλωτα πάντα καὶ αὐτομόλους, καὶ ὅσους Ἀννίβας ἐξ Ἰταλίας ἤγαγεν. ταῦτα μὲν ἐν τριάκοντα ἡμέραις ἀφʼ οὗ ἂν ἡ εἰρήνη κριθῇ· ἐν δʼ ἑξήκοντα ἡμέραις Μάγωνα χρὴ Λιγύων ἀποστῆναι, καὶ τὰς φρουρὰς ὑμᾶς ἐξαγαγεῖν ἐκ τῶν πόλεων ὅσαι τῶν Φοινικίδων τάφρων ἐκτός εἰσι, καὶ ὅσα αὐτῶν ἔχετε ὅμηρα, ἀποδοῦναι, καὶ ἐς Ῥώμην ἑκάστου ἔτους ἀναφέρειν Εὐβοϊκὰ τάλαντα διακόσια ἐπὶ πεντήκοντα ἐνιαυτούς. καὶ μήτε ξενολογεῖν ἀπὸ Κελτῶν ἢ Λιγύων ἔτι, μήτε Μασσανάσσῃ μηδὲ ἄλλῳ Ῥωμαίων φίλῳ πολεμεῖν, μηδὲ στρατεύειν τινὰ Καρχηδονίων ἐπʼ ἐκείνους ἀπό γε τοῦ κοινοῦ. τὴν δὲ πόλιν ὑμᾶς ἔχειν, καὶ τὴν χώραν ὅσην ἐντὸς τῶν Φοινικίδων τάφρων εἴχετε ἐμοῦ διαπλέοντος ἐς Λιβύην. Ῥωμαίων τε εἶναι φίλους καὶ συμμάχους κατὰ γῆν καὶ κατὰ θάλασσαν, ἢν ἀρέσκῃ ταῦτα τῇ βουλῇ. ἀρεσάντων δέ, Ῥωμαίους ἀναχωρεῖν ἐκ Λιβύης πεντήκοντα καὶ ἑκατὸν ἡμέραις. ἀνοχὰς δὲ ἢν ἐθέλητε λαβεῖν ἔστε πρεσβεύσητε ἐς Ῥώμην, δώσετε μὲν ἡμῖν αὐτίκα ὅμηρα πεντήκοντα καὶ ἑκατὸν παῖδας, οὓς ἂν αὐτὸς ἐπιλέξωμαι, δώσετε δὲ ἐς δαπάνην τῇ στρατιᾷ ἄλλα τάλαντα χίλια καὶ ἀγοράν. καὶ γενομένων τῶν σπονδῶν ἀπολήψεσθε τὰ ὅμηρα.
 
ταῦτα τοῦ Σκιπίωνος εἰπόντος οἱ μὲν πρέσβεις ἔφερον ἐς Καρχηδόνα τοὺς λόγους, συνιόντος δὲ τοῦ πλήθους ἐς ἐκκλησίαν ἐπὶ πολλὰς ἡμέρας, τοῖς μὲν ἀρίστοις ἐδόκει τὰ προτεινόμενα δέξασθαι καὶ μὴ περὶ τινῶν ἀπειθοῦντας κινδυνεύειν περὶ ἁπάντων, τὸ δʼ ἀγοραῖον πλῆθος οὐ τὸ παρὸν δεινὸν ἐκλογιζόμενοι μᾶλλον ἢ τὴν ἀφαίρεσιν ὧν ἔχουσι, τοσήνδε οὖσαν, ἠπείθουν, καὶ ἠγανάκτουν εἰ ἐν λιμῷ τὸν σῖτον οἱ ἄρχοντες αἱροῦνται Ῥωμαίοις ἀντὶ τῶν πολιτῶν ἐς τὰς ἀνοχὰς παρασχεῖν, ἐφʼ ἕκαστόν τε αὐτῶν συνιστάμενοι πᾶσιν ἠπείλουν τὰς οἰκίας αὐτῶν διαρπάσειν καὶ καταπρήσειν. τέλος δʼ ἔγνωσαν Ἀννίβαν, ἔχοντα μὲν ἤδη πεζοὺς ἑξακισχιλίους ἱππέας δὲ πεντακοσίους, σταθμεύοντα δʼ ἐν πόλει Μαρθαμά, σύμβουλον ἐπὶ τοῖς παροῦσι καλεῖν. ὁ δʼ ἧκε, καὶ τῶν μετρίων δεδιότων μὴ φιλοπόλεμος ἀνὴρ ἐπιτρίψῃ τὸ πλῆθος, πάνυ σεμνῶς ἐκέλευε τὴν εἰρήνην δέχεσθαι. ὁ δὲ δῆμος καὶ τόνδε ὑπʼ ὀργῆς μανιώδους ἐβλασφήμει καὶ πᾶσιν ἠπείλει, μέχρι τῶν γνωρίμων τοὺς μὲν ἐς Μασσανάσσην καταφυγεῖν, τοὺς δὲ ἐς αὐτοὺς Ῥωμαίους αὐτομολῆσαι, τῆς πόλεως ἀπογνόντας.
 
οἱ δὲ Καρχηδόνιοι πυθόμενοι σῖτον πολὺν ἐς ἐμπόριόν τι ὑπὸ Ἀννίβου σεσωρεῦσθαι, ὁλκάδας ἐπʼ αὐτὸν ἐξέπεμπον καὶ ναῦς μακράς, ἐγνωκότες, εἰ τὸν σῖτον λάβοιεν, ἐκστρατεῦσαι καὶ ὑπομεῖναι πᾶν ὅ τι ἂν ἡ τύχη κρίνῃ, μᾶλλον ἢ Ῥωμαίοις δουλεύειν ἑκόντες. ἐπεὶ δὲ ἄνεμός τε καὶ χειμὼν τὰς ναῦς συνέτριψαν, ἀπογνόντες ἁπάντων ἐμέμφοντο τοῖς θεοῖς ὡς ἐπιβουλεύουσι, καὶ συνετίθεντο τῷ Σκιπίωνι, καὶ ἐπρεσβεύοντο ἐς Ῥώμην. καὶ ὁ Σκιπίων ἔπεμπε τοὺς συμβουλεύσοντας κυροῦν τὰ συγκείμενα. λέγεται δὲ τοῦτο ἐσηγήσασθαι τῇ τε πόλει συμφέρειν ὑπολαβών, καὶ πυθόμενος Γναῖον Κορνήλιον Λέντλον τὸν ὕπατον ἐφεδρεύειν αὑτοῦ τῇ στρατηγίᾳ, τὴν δόξαν οὐκ ἐθέλων ἑτέρου γενέσθαι. προσέταξε γοῦν λέγειν ἀπιοῦσιν ὅτι βραδυνόντων Ῥωμαίων αὐτὸς ἐφʼ ἑαυτοῦ συνθήσεται.
 
οἱ δὲ πάνυ μὲν ἥδοντο κεκρατηκότες πόλεως τοσαύτης, ἣ πολλὰ καὶ δεινὰ πρότερον αὐτοὺς ἐδεδράκει, καὶ τῶν ἐπὶ τῆς γῆς δευτέραν ἢ τρίτην εἶχεν ἡγεμονίαν· οἱ σύμβουλοι δʼ ἐστασίαζον, οἱ μὲν ἔτι σὺν ὀργῇ χαλεπαίνοντες τοῖς Καρχηδονίοις, οἱ δὲ ἐλεοῦντες αὐτοὺς ἤδη, καὶ ἀξιοῦντες ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὸ σφέτερον εὐπρεπῶς διατίθεσθαι. ὑπαναστὰς δέ τις τῶν Σκιπίωνος φίλων εἶπεν· οὐ περὶ τῆς Καρχηδονίων σωτηρίας ἐστὶν ἡμῖν ἡ φροντίς, ὦ ἄνδρες, ἀλλὰ περὶ τῆς Ῥωμαίων ἔς τε θεοὺς πίστεως καὶ πρὸς ἀνδρῶν εὐφημίας, μὴ Καρχηδονίων αὐτῶν ὠμότερα πράξωμεν, οἳ Καρχηδονίοις ὠμότητα ἐπικαλοῦμεν, καὶ μετριοπαθείας ἀεὶ φροντίσαντες ἐπὶ τῶν βραχυτέρων, ἀμελήσωμεν ἐν τοῖς μείζοσιν· ἃ μηδὲ λαθεῖν ἔνεστι διὰ τὸ μέγεθος, ἀλλʼ ἐς ἅπασαν γῆν περιελεύσεται καὶ νῦν καὶ ὕστερον, ἢν πόλιν περιώνυμον καὶ θαλασσοκράτορα ἀνέλωμεν, ἣ καὶ νήσων ἦρξε πολλῶν καὶ θαλάσσης ὅλης καὶ Λιβύης ὑπὲρ ἥμισυ, ἔν τε τοῖς πρὸς ἡμᾶς αὐτοὺς ἀγῶσι πολλὰ καὶ τύχης καὶ δυνάμεως ἔργα ἐπεδείξατο, οἷς ἔτι μὲν φιλονεικοῦσιν ἐρίζειν ἔδει, πεσόντων δὲ φείδεσθαι, καθὰ καὶ τῶν ἀθλητῶν οὐδεὶς τὸν πεσόντα ἔτι τύπτει, καὶ τῶν θηρίων τὰ πολλὰ φείδεται τῶν καταπεσόντων. καλὸν δʼ ἐν τοῖς εὐτυχήμασι νέμεσιν θεῶν φυλάσσεσθαι καὶ ἀνθρώπων φθόνον. εἰ δέ τις, ὅσα ἔδρασαν ἡμᾶς, ἀκριβῶς ἐκλογίζεται, αὐτὸ μάλιστά ἐστι τοῦτο τῆς τύχης τὸ φοβερώτατον, εἰ περὶ μόνης ἄρτι σωτηρίας παρακαλοῦσιν οἱ πόσα καὶ πηλίκα δεδυνημένοι δρᾶσαι καὶ οὐ πρὸ πολλοῦ περί τε Σικελίας καὶ Ἰβηρίας καλῶς ἀγωνισάμενοι. ἀλλʼ ἐκείνων μὲν δίκας ἔδοσαν, τῶν δὲ τελευταίων παραβάσεων λιμὸν αἰτιῶνται, κακὸν ἀνθρώποις ἐπιπονώτατον, ὃ πάντας ἐξαιρεῖν δύναται λογισμούς.
 
ἐγὼ δʼ οὐκ ἐρῶ μὲν οὐδὲν ὑπὲρ Καρχηδονίων (οὐ γὰρ ἄξιον), οὐδʼ ἀγνοῶ καὶ πρότερον αὐτοὺς ἄλλας συνθήκας πρὸ τῶνδε παραβῆναι· ἃ δʼ ἐπὶ τοῖς τοιούτοις ποιοῦντες οἱ πατέρες ἡμῶν ἐς τόδε τύχης προῆλθον, εἰδότας ὑμᾶς ἀναμνήσω. τῶν γὰρ γειτόνων ἡμῖν τωνδε πάντων ἐν κύκλῳ πολλάκις ἀποστάντων καὶ σπονδὰς συνεχῶς λυσάντων οὐ κατεφρόνησαν, οὐ Λατίνων, οὐ Τυρρηνῶν, οὐ Σαβίνων. τούς τε αὖ μετʼ ἐκείνους περιοικοῦντας ἡμῖν Αἰκανοὺς καὶ Οὐολούσκους καὶ Καμπανούς, καὶ ὅσα ἄλλα τῆς Ἰταλίας ἐς σπονδὰς ὕβρισεν, εὐσταθῶς ἔφερον. καὶ τὸ Σαυνιτῶν γένος τρὶς μὲν φιλίας καὶ συνθηκῶν καταφρονῆσαν, ἔτεσι δʼ ὀγδοήκοντα μεγίστους ἡμῖν πολέμους πεπολεμηκὸς οὐκ ἀνέστησαν, οὐδὲ τοὺς ἄλλους ὅσοι Πύρρον προσηγάγοντο κατὰ τῆς Ἰταλίας. οὐδʼ ἡμεῖς, τὰ ἔναγχος ταῦτα, τοὺς Ἰταλῶν Ἀννίβᾳ προσθεμένους διεφθείραμεν, οὐδὲ Βρεττίους, οἳ μέχρι τέλους αὐτῷ συνηγωνίσαντο, ἀλλὰ γῇ μόνῃ ζημιώσαντες εἰάσαμεν ἔχειν τὰ ὑπόλοιπα, ὡς εὐσεβὲς ὁμοῦ καὶ ἐς εὐτυχίαν ἡμῖν χρήσιμον, μὴ ἀφανίζειν ἀνθρώπων γένη μᾶλλον ἢ νουθετεῖν.
 
τί οὖν παθόντες ἐπὶ Καρχηδονίων ἀλλάξωμεν τὴν φύσιν, ᾗ χρώμενοι μέχρι νῦν εὐτυχοῦμεν; ὅτι μείζων ἐστὶν ἡ πόλις αὕτη; διʼ αὐτὸ μέντοι καὶ τοῦτο μᾶλλον ἔτι φειδοῦς ἀξία. ἀλλʼ ὅτι πολλάκις παρεσπόνδησεν ἐς ἡμᾶς; καὶ γὰρ ἕτεροι, καὶ σχεδὸν ἅπαντες. ἀλλʼ ὅτι μικρὰν νῦν ὑφίστανται τιμωρίαν; ὧν νῆές τε πᾶσαι χωρὶς δέκα παραιροῦνται, καὶ τοὺς ἐλέφαντας, οἷς ἰσχύουσι, παραδιδόασι, καὶ τάλαντα Εὐβοϊκὰ μύρια τελοῦσι, καὶ πόλεων ἁπασῶν ἀφίστανται καὶ χώρας ὅσης ἄρχουσιν ἐκτὸς τῶν Φοινικίδων τάφρων, καὶ στρατολογεῖν αὐτοῖς ἀπηγόρευται, καὶ ὅσα λιμώττοντες ἥρπασαν ἀποδιδόασιν ἔτι λιμώττοντες, καὶ τῶν ἀμφιλόγων ἐστὶν αὐτοῖς Σκιπίων ὁ πολεμήσας κριτής. ἐγὼ μὲν καὶ τοῦ μεγέθους τῶνδε καὶ τοῦ πλήθους ἐπαινῶ τὸν Σκιπίωνα, καὶ ὑμᾶς ἀξιῶ φείσασθαι διὰ τὸν φθόνον καὶ τὴν τῶν ἀνθρωπείων μεταβολήν, οἷς εἰσὶν ἔτι νῆες, πρὶν συνθώμεθα, πολλαὶ καὶ πλῆθος ἐλεφάντων, καὶ Ἀννίβας στρατηγικώτατος ἀνὴρ ἤδη στρατιὰν ἔχει, καὶ Μάγων ἐκ Κελτῶν καὶ Λιγύων ἑτέρους ἄγει πολλούς, καὶ Οὐερμινᾶς ὁ Σύφακος αὐτοῖς συμμαχεῖ καὶ ἄλλα Νομάδων ἔθνη, δούλους τε ἔχουσι πολλούς. καὶ ἢν ἀπογνῶσι τὰ παρʼ ἡμῶν, ἀφειδῶς ἅπασι χρήσονται. χαλεπώτερον δʼ οὐδὲν ἀφειδίας ἐν μάχαις, ἐν αἷς καὶ τὸ δαιμόνιον ἀνώμαλον καὶ ἐπίφθονόν ἐστιν.
 
ἃ καὶ Σκιπίων ἔοικεν ὑφορώμενος ἐπιστεῖλαι μὲν ἡμῖν τὴν ἑαυτοῦ γνώμην, ἐπειπεῖν δʼ ὅτι καὶ βραδυνόντων συνθήσεται. εἰκὸς δʼ ἐκεῖνον καὶ τάδε ἄμεινον ἡμῶν ἐκλογίζεσθαι καὶ πλέον τι συνορᾶν, ὄντα ἐπὶ τῶν ἔργων. λυπήσομέν τε, ἀκυροῦντες αὐτοῦ τὴν παραίνεσιν, ἄνδρα φιλόπολιν καὶ στρατηγὸν ἐξαίρετον, ὃς οὐδʼ ἐς Λιβύην ἡμᾶς ὁρμωμένους παρώξυνέ τε, καὶ στρατιὰν οὐ λαβὼν αὑτῷ συνεστήσατο, καὶ τὰ ἐκεῖ προήγαγεν ἡμῖν ἐς ὅσον οὐκ ἠλπίζομεν. ὃ καὶ θαυμάζειν ἄξιον, ὅτι ῥᾳθύμως ἔχοντες ἐν ἀρχῇ τοῦδε τοῦ πολέμου νῦν ἔχετε φιλονείκως καὶ ἀμέτρως. εἰ δέ τις ταῦτα μὲν ἡγεῖται καλῶς ἔχειν, δέδιε δὲ μὴ καὶ νῦν τὰς σπονδὰς παραβῶσιν οἱ Καρχηδόνιοι, μάλιστα μὲν εἰκὸς αὐτοὺς ἤδη σπονδῶν φυλακῆς αἰσθάνεσθαι, πολλὰ ἐκ τῶν παραβάσεων παθόντας, καὶ τὴν εὐσέβειαν ἐς τὸ μέλλον ποιήσεσθαι περὶ πολλοῦ, ἐξ ἀσεβείας ἐς γόνυ πεσόντας· οὐκ ἔστι δὲ τῶν αὐτῶν συμβούλων ἄρτι μὲν καταφρονεῖν τῶν Καρχηδονίων ὡς οὐδὲν ἔτι ἰσχυόντων, δεδιέναι δʼ αὖθις ὡς ἀποστῆναι δυναμένους. ἡμῖν δὲ τὸ φυλάσσειν αὐτοὺς ἐς τὸ μὴ πάλιν αὔξεσθαι τοῦ νῦν ἀνελεῖν εὐχερέστερόν ἐστι· νῦν μὲν γὰρ ἐξ ἀπογνώσεως μαχοῦνται, ὕστερον δʼ ἀεὶ δεδιότας τηρήσομεν. ἅλις δὲ κακῶν ἕξουσι καὶ χωρὶς ἡμῶν, οἷς οἵ τε περίοικοι πάντες ἐπικείσονται δυσμεναίνοντες τῆς ποτὲ βίας, καὶ Μασσανάσσης, ἀνὴρ πιστότατος ἡμῖν, ἐφεδρεύσει παρὼν ἀεί.
 
εἰ δʼ ἄρα τις καὶ τῶνδε πάντων καταφρονεῖ, ὅπως δʼ αὐτὸς ἐκδέξεται τὴν Σκιπίωνος ἀρχήν, τὸ ἑαυτοῦ μόνον σκοπεῖ, καὶ πιστεύει καὶ τὰ τῆς τύχης αὐτῷ ἐς τέλος ἀπαντήσειν, τί καὶ χρησόμεθα τῇ πόλει λαβόντες αὐτήν, ἢν καὶ λάβωμεν; ἀνελοῦμεν ἄρδην, ὅτι σῖτον ἡμῶν καὶ ναῦς ἥρπασαν; ἃ μετὰ πολλῶν ἄλλων ἀξιοῦσιν ἀποδοῦναι. ἢ τοῦτο μὲν οὐ πράξομεν, νέμεσίν τε θεῶν φυλασσόμενοι καὶ ψόγον ἀνθρώπων, Μασσανάσσῃ δʼ ἔχειν δώσομεν; ἀλλʼ εἰ καὶ φίλος ἐστίν, οὐ χρὴ στερροποιεῖν οὐδʼ ἐκεῖνον ἀμέτρως, ἡγεῖσθαι δὲ τὴν ἔριν αὐτῶν τὴν ἐς ἀλλήλους τῷ Ῥωμαίων κοινῷ συμφέρειν. ἀλλʼ ἐς προσόδους τὴν χώραν ἀνήσομεν; ἀλλʼ ἡ φυλάξουσα στρατιὰ τὴν πρόσοδον ἀναλώσει· πολλῆς γάρ, ὡς ἐν πολλοῖς περιοίκοις καὶ πᾶσι βαρβάροις, δεησόμεθα. ἀλλʼ ἀποίκους πέμψομεν ἐς μέσους τοσούσδε Νομάδας; οἳ τῶν μὲν βαρβάρων ἰσχυόντων ἀεὶ δεινὰ πείσονται, ἢν δʼ ἐπικρατήσωσιν αὐτῶν, ἐς τὸ μέλλον ἡμῖν ἔσονται φοβεροὶ καὶ ἐπίφθονοι, χώραν τοσήνδε καὶ πολὺ κρείττονα τῆς ἡμετέρας ἔχοντες. ἃ καὶ αὐτά μοι δοκεῖ συνιδὼν ὁ Σκιπίων κελεύειν ἡμῖν δέχεσθαι τὰς Καρχηδονίων παρακλήσεις. πειθώμεθα οὖν καὶ τοῖς δεομένοις καὶ τῷ στρατηγῷ.
 
ὁ μὲν οὕτως εἶπε, Πόπλιος δὲ Κορνήλιος, Κορνηλίου Λέντλου συγγενὴς τοῦ τότε ὄντος ὑπάτου καὶ τὸν Σκιπίωνα διαδέξεσθαι προσδοκῶντος, ἀντέλεγεν οὕτως· τὸ μὲν συμφέρον ἐστὶ μόνον ἐν τοῖς πολέμοις, ὦ ἄνδρες, χρήσιμον· καὶ ὅσῳ δυνατὴν ἔτι καὶ νῦν ἀποφαίνουσιν οὗτοι τὴν πόλιν, φυλάξασθαι χρὴ τὴν ἀπιστίαν αὐτῆς μετὰ τῆς δυνάμεως, καὶ τὴν ἰσχὺν προανελεῖν, ἐπεὶ μὴ τὴν ἀπιστίαν δυνάμεθα. οὐδεὶς δʼ ἡμῖν καιρὸς ἐς τὸ λῦσαι τὸν ἀπὸ Κάρχηδονίων φόβον ἐπιτηδειότερός ἐστι τοῦ παρόντος, ἐν ᾧ πάντων εἰσὶν ἀσθενεῖς καὶ ἄποροι, πρὶν αὖθις αὐτῶν ἐς ἑκάτερον αὐξηθῆναι. οὐ μέντοι καὶ τὸν τοῦ δικαίου λογισμὸν ἂν περιφύγοιμι, οὐδʼ ἀμετρίας μοι δοκῶ δόξαν οἴσεσθαι τὴν πόλιν ἐπὶ Καρχηδονίοις, οἳ παρὰ μὲν τὰς εὐπραξίας ἀδικοῦσι καὶ ἐνυβρίζουσιν ἐς ἅπαντας, ἐν δὲ ταῖς συμφοραῖς παρακαλοῦσιν, ἂν δὲ τύχωσιν, εὐθὺς ἐπὶ ταῖς συνθήκαις μετατίθενται. καὶ οὔτε σπονδῶν ἐστὶν αὐτοῖς αἰδὼς οὔτε λόγος ὅρκων· οὓς οὗτος ἀξιοῖ περισώζειν διὰ νέμεσιν θεῶν καὶ ἀνθρώπων φθόνον. ἐγὼ δʼ αὐτοὺς ἡγοῦμαι τοὺς θεοὺς ἐς τόδε τὴν Καρχηδόνα περιενεγκεῖν, ἵνα δῶσί ποτε δίκην τῆς ἀσεβείας οἳ καὶ περὶ Σικελίαν καὶ Ἰβηρίαν καὶ Ἰταλίαν καὶ ἐν αὐτῇ τῇ Λιβύῃ, καὶ πρὸς ἡμᾶς καὶ πρὸς τοὺς ἄλλους ἅπαντας, ἀεὶ συνετίθεντο καὶ παρώρκουν καὶ δεινὰ καὶ σχέτλια ἔδρων. ὧν τὰ ἀλλότρια ὑμῖν πρὸ τῶν ἡμετέρων διέξειμι, ἵνα εἰδῆτε πάντας ἐφησθησομένους Καρχηδονίοις, εἰ δίκην δοῖεν.
 
οὗτοι Ζακανθαίους, πόλιν Ἰβηριας ἐπιφανῆ, σφίσι τε αὐτοῖς ἔνσπονδον καὶ φίλην ἡμῖν, ἡβηδὸν ἔκτειναν οὐδὲν ἀδικοῦντας. οὗτοι Νουκερίαν ὑπήκοον ἡμῶν ἐπὶ συνθήκῃ λαβόντες, καὶ ὀμόσαντες σὺν δύο ἱματίοις ἕκαστον ἀπολύσειν, τὴν μὲν βουλὴν αὐτῶν ἐς τὰ βαλανεῖα συνέκλεισαν καὶ ὑποκαίοντες τὰ βαλανεῖα ἀπέπνιξαν, τὸν δὲ δῆμον ἀπιόντα κατηκόντισαν. Ἀχερρανῶν δὲ τὴν βουλὴν ἐν σπονδαῖς ἐς τὰ φρέατα ἐνέβαλον, καὶ τὰ φρέατα ἐπέχωσαν. Μᾶρκόν τε Κορνήλιον ὕπατον ἡμέτερον ὅρκοις ἀπατήσαντες ἤγαγον μὲν ὡς ἐπισκεψόμενον αὐτῶν τὸν στρατηγὸν ἀρρωστοῦντα, συναρπάσαντες δὲ ἀπήγαγον ἐς Λιβύην ἐκ Σικελίας αἰχμάλωτον μετὰ δύο καὶ εἴκοσι νεῶν. ἔκτειναν δὲ καὶ Ῥῆγλον αἰκισάμενοι, στρατηγὸν ἕτερον ἡμῶν, ὑπʼ εὐορκίας ἐπανελθόντα πρὸς αὐτούς. ὅσα δʼ Ἀννίβας ἢ πολεμῶν ἢ ἐνεδρεύων ἢ παρορκῶν ἔς τε πόλεις καὶ στρατόπεδα ἡμῶν καὶ λήγων ἐς τοὺς συμμάχους ἔδρασε τοὺς αὑτοῦ, τάς τε πόλεις πορθῶν καὶ τοὺς αὐτῷ συστρατευσαμένους κατακαίνων, μακρὸν ἂν εἴη καταλέγειν. πλὴν ὅτι τετρακόσια ἡμῶν ἀνέστησεν ἄστη. τοὺς δʼ αἰχμαλώτους ἡμῶν τοὺς μὲν ἐς τάφρους καὶ ποταμοὺς ἐμβαλόντες ὡς γεφύραις ἐπέβαινον, τοὺς δὲ τοῖς ἐλέφασιν ὑπέβαλλον, τοὺς δʼ ἀλλήλοις μονομαχεῖν ἐκέλευον, ἀδελφοὺς ἀδελφοῖς συνιστάντες καὶ πατέρας υἱοῖς. τὰ δʼ ἔναγχος ταῦτα, περὶ εἰρήνης ἐπρέσβευον ἐνταῦθα καὶ παρεκάλουν καὶ ὤμνυον, καὶ οἱ πρέσβεις αὐτῶν ἔτι παρῆσαν, ἐν δὲ Λιβύῃ τὰς ναῦς ἡμῶν διήρπαζον καὶ τοὺς στρατιώτας κατέδεον. τοσοῦτον αὐτοῖς καὶ ἀνοίας διὰ τὴν ὠμότητα περίεστιν.
 
τούτοις οὖν τίς ἐστῖν ἔλεος ἢ μετριοπάθεια παρʼ ἑτέρων, τοῖς οὐδὲν μέτριον οὐδʼ ἥμερον ἐς οὐδένας εἰργασμένοις; τοῖς, ὥσπερ ἔφη Σκιπίων, εἰ ἐλάβοντο ἡμῶν, οὐδʼ ἂν ὄνομα Ῥωμαίων ὑπολιποῦσιν; ἀλλὰ πίστις ἐστὶ βέβαιος ἡ δεξιά. ποία; τίς σπονδή, τίς ὅρκος ὃν οὐκ ἐπάτησαν; τίς δὲ συνθήκη καὶ χάρις ἐς ἣν οὐχ ὕβρισαν; μὴ μιμησώμεθα, φησίν, αὐτούς. τίνα γὰρ συνθήκην ἡμεῖς λύομεν οἱ μήπω τι συνθέμενοι; ἀλλὰ τὴν ὠμοτητα, φησίν, αὐτῶν μὴ μιμησώμεθα. φίλους οὖν καὶ συμμάχους ποιησόμεθα τοὺς ὠμοτάτους; οὐδέτερα τούτων ἄξια. ἀλλʼ ἐπιτρεψάτωσαν ἡμῖν αὑτοὺς νόμῳ νενικημένων, ὡς πολλοὶ σφᾶς ἐπέτρεψαν, σκεψόμεθα δʼ ἡμεῖς. και ὅ τι ἂν δῶμεν, εἴσονται χάριν, οὐχὶ συνθήκην νομίζοντες εἶναι. διαφέρει δὲ τούτοιν ἑκάτερον ὧδε. μέχρι μὲν συντίθενται, παραβήσονται καθάπερ καὶ πάλαι, πρόφασιν ἀεί τινα τῶν συνθηκῶν φέροντες ὡς ἐν αὐταῖς ἠλαττωμένοι· τὰ δʼ ἀμφίλογα εὐπροφάσιστα. ὅταν δὲ παραδῶσιν αὑτούς, καὶ τὰ ὅπλα παρελώμεθα, καὶ τὰ σώματα ἐφʼ ἡμῖν γένηται, καὶ πεισθῶσιν ὅτι μηδὲν αὐτοῖς ἐστὶν ἴδιον, τὰ μὲν φρονήματα αὐτῶν καταβήσεται, ἀγαπήσουσι δʼ ὅ τι ἂν παρʼ ἡμῶν λάβωσιν ὡς ἀλλότριον. εἰ μὲν οὖν Σκιπίων ἑτέρως δοκεῖ, τὰς γνώμας ἔχετε συγκρίνειν· εἰ δὲ συνθήσεται Καρχηδονίοις χωρὶς ὑμῶν, τί καὶ ἐπέστελλεν ὑμῖν; ἐγὼ μὲν γάρ, ὡς ὑμῖν κυρίοις οὖσι περὶ τῶνδε κρῖναι, τὴν γνώμην εἶπον, ἣν νομίζω συνοίσειν τῇ πόλει.
 
τοιαῦτα μὲν κὰ ὁ Πόπλιος εἶπεν· ἡ δὲ βουλὴ κατʼ ἄνδρα παρʼ ἑκάστου ψῆφον ᾔτει, καὶ ἐς τὴν Σκιπίωνος γνώμην αἱ πλείους συνέδραμον. ἐγίγνοντο οὖν αἱ συνθῆκαι, τρίται αἵδε, Ῥωμαίοις καὶ Καρχηδονίοις πρὸς ἀλλήλους. καὶ ὁ Σκιπίων ἐς αὐτὰς ἐδόκει μάλιστα τοὺς Ῥωμαίους ἐναγαγέσθαι, εἴτε τῶν εἰρημένων οὕνεκα λογισμῶν, εἴτε ὡς ἀρκοῦν Ῥωμαίοις ἐς εὐτυχίαν τὸ μόνην ἀφελέσθαι Καρχηδονίους τὴν ἡγεμονίαν· εἰσὶ γὰρ οἳ καὶ τόδε νομίζουσιν, αὐτὸν ἐς Ῥωμαίων σωφρονισμὸν ἐθελῆσαι γείτονα καὶ ἀντίπαλον αὐτοῖς φόβον ἐς ἀεὶ καταλιπεῖν, ἵνα μή ποτε ἐξυβρίσειαν ἐν μεγέθει τύχης καὶ ἀμεριμνία. καὶ τόδε οὕτω φρονῆσαι τὸν Σκιπίωνα οὐ πολὺ ὕστερον ἐξεῖπε τοῖς Ῥωμαίοις Κάτων, ἐπιπλήττων παρωξυμμένοις κατὰ Ῥόδου. ὁ δὲ Σκιπίων ταῦτα συνθέμενος ἐκ Λιβύης ἐς τὴν Ἰταλίαν παντὶ τῷ στρατῷ διέπλει, καὶ ἐς τὴν Ῥώμην ἐσήλαυνε θριαμβεύων, ἐπιφανέστατα δὴ τῶν πρὸ αὐτοῦ.
 
καὶ ὁ τρόπος, ᾧ καὶ νῦν ἔτι χρώμενοι διατελοῦσιν, ἐστὶ τοιόσδε. ἐστεφάνωνται μὲν ἅπαντες, ἡγοῦνται δὲ σαλπικταί τε καὶ λαφύρων ἅμαξαι, πύργοι τε παραφέρονται μιμήματα τῶν εἰλημμένων πόλεων, καὶ γραφαὶ καὶ σχήματα τῶν γεγονότων, εἶτα χρυσὸς καὶ ἄργυρος ἀσήμαντός τε καὶ σεσημας μένος καὶ εἴ τι τοιουτότροπον ἄλλο, καὶ στέφανοι ὅσοις τὸν στρατηγὸν ἀρετῆς ἕνεκα ἀναδοῦσιν ἢ πόλεις ἢ σύμμαχοι ἢ τὰ ὑπʼ αὐτῷ στρατόπεδα. βόες δʼ ἐπὶ τοῖσδε λευκοί, καὶ ἐλέφαντες ἦσαν ἐπὶ τοῖς βουσί, καὶ Καρχηδονίων αὐτῶν καὶ Νομάδων ὅσοι τῶν ἡγεμόνων ἐλήφθησαν. αὐτοῦ δʼ ἡγοῦνται τοῦ στρατηγοῦ ῥαβδοῦχοι φοινικοῦς χιτῶνας ἐνδεδυκότες, καὶ χορὸς κιθαριστῶν τε καὶ τιτυριστῶν, ἐς μίμημα Τυρρηνικῆς πομπῆς, περιεζωσμένοι τε καὶ στεφάνην χρυσῆν ἐπικείμενοι· ἴσα τε βαίνουσιν ἐν τάξει μετὰ ᾠδῆς καὶ μετʼ ὀρχήσεως. Λυδοὺς αὐτοὺς καλοῦσιν, ὅτι (οἶμαι) Τυρρηνοὶ Λυδῶν ἄποικοι. τούτων δέ τις ἐν μέσῷ, πορφύραν ποδήρη περικείμενος καὶ ψέλια καὶ στρεπτὰ ἀπὸ χρυσοῦ, σχηματίζεται ποικίλως ἐς γέλωτα ὡς ἐπορχούμενος τοῖς πολεμίοις. ἐπὶ δʼ αὐτῷ θυμιατηρίων πλῆθος, καὶ ὁ στρατηγὸς ἐπὶ τοῖς θυμιάμασιν, ἐφʼ ἅρματος καταγεγραμμένου ποικίλως, ἔστεπται μὲν ἀπὸ χρυσοῦ καὶ λίθων πολυτίμων, ἔσταλται δʼ ἐς τὸν πάτριον τρόπον πορφύραν, ἀστέρων χρυσῶν ἐνυφασμένων, καὶ σκῆπτρον ἐξ ἐλέφαντος φέρει, καὶ δάφνην, ἣν ἀεὶ Ῥωμαῖοι νομίζουσι νίκης σύμβολον. ἐπιβαίνουσι δʼ αὐτῷ ἐπὶ τὸ ἅρμα παῖδές τε καὶ παρθένοι, καὶ ἐπὶ τῶν παρηόρων ἑκατέρωθεν ᾔθεοι συγγενεῖς. καὶ παρέπονται ὅσοι παρὰ τὸν πόλεμον ἦσαν αὐτῷ γραμματεῖς τε καὶ ὑπηρέται καὶ ὑπασπισταί. καὶ μετʼ ἐκείνους ἡ στρατιὰ κατά τε ἴλας καὶ τάξεις, ἐστεφανωμένη πᾶσα καὶ δαφνηφοροῦσα· οἱ δὲ ἀριστεῖς καὶ τὰ ἀριστεῖα ἐπίκεινται. καὶ τῶν ἀρχόντων οὓς μ ὲν ἐπαινοῦσιν, οὓς δὲ σκώπτουσιν, οὓς δὲ ψέγουσιν· ἀφελὴς γὰρ ὁ θρίαμβος, καὶ ἐν ἐξουσίᾳ λέγειν ὅ τι θέλοιεν. ἀφικόμενος δὲ ἐς τὸ Καπιτώλιον ὁ Σκιπίων τὴν μὲν πομπὴν κατέπαυσεν, εἱστία δὲ τοὺς φίλους, ὥσπερ ἔθος ἐστίν, ἐς τὸ ἱερόν.
 
καὶ τέλος εἶχε Ῥωμαίοις ὁ δεύτερος πρὸς Καρχηδονίους πόλεμος, ἀρξάμενος ἀπὸ Ἰβηρίας, λήξας δʼ ἐν Λιβύῃ ἐς τάσδε τὰς περὶ αὐτῆς Καρχηδόνος σπονδάς. καὶ ὀλυμπιάδες ἐν τοῖς Ἕλλησιν ἦσαν ἀμφὶ τὰς ἑκατὸν καὶ τεσσαράκοντα καὶ τέσσαρας. Μασσανάσσης δὲ Καρχηδονίοις τε μηνίων καὶ Ῥωμαίοις θαρρῶν ἐπέβαινε γῇ πολλῇ τῶν Καρχηδονίων ὡς γενομένῃ ποτὲ ἑαυτοῦ. καὶ οἱ Καρχηδόνιοι Ῥωμαίους παρεκάλουν σφίσι Μασσανάσσην συναλλάξαι. οἱ δʼ ἔπεμπον διαλλακτάς, οἷς εἴρητο συμπράσσειν ὅσα δύναιντο Μασσανάσσῃ. οὕτω μὲν τὴν γῆν ἀπετέμετο Καρχηδονιων ὁ Μασσανάσσης, καὶ συνθῆκαι Καρχηδονίοις καὶ πρὸς τόνδε ἐγένοντο, αἳ διέμειναν ἐς ἔτη πεντήκοντα, ἐν οἷς μάλιστα ἡ Καρχηδὼν εἰρηνεύουσα ὁμαλῶς ἐς μέγα δυνάμεως καὶ εὐανδρίας ἦλθεν ἔκ τε πεδίων εὐκαρπίας καὶ θαλάσσης εὐκαιρίας.
 
καὶ εὐθύς, οἷον ἐν ταῖς εὐτυχίαις γίγνεται, οἱ μὲν ἐρρωζμάιον, οἱ δὲ ἐδημοκράτιζον, οἷς δʼ ἤρεσκε Μασσανάσσης. ἡγοῦντο δʼ ἑκάστων οἱ καὶ δόξῃ καὶ ἀρετῇ προύχοντες, τῶν μὲν ῥωμαϊζόντων ὁ μέγας Ἄννων, τῶν δʼ αἱρουμένων τὰ Μασσανάσσου Ἀννίβας ὁ ψὰρ ἐπικαλούμενος, τῶν δὲ δημοκρατιζόντων Ἀμίλχαρ, ᾧ Σαυνίτης ἐπώνυμον ἦν, καὶ Καρθάλων· οἳ φυλάξαντες Ῥωμαίους τε Κελτίβηρσι πολεμοῦντας καὶ Μασσανάσσην ἐπικουροῦντα υἱῷ πρὸς ἑτέρων Ἰβήρων συγκεκλεισμένῳ, πείθουσι τὸν Καρθάλωνα βοήθαρχον ὄντα, καὶ ἐπὶ τῇδε τῇ ἀρχῇ τὴν χώραν περιιόντα, ἐπιθέσθαι τοῖς Μασσανάσσου σκηνουμένοις ἐν ἀμφιλόγῳ γῇ. ὁ δὲ καὶ ἔκτεινέ τινας αὐτῶν καὶ λείαν περιήλασε, καὶ τοὺς ἐν τοῖς ἀγροῖς Λίβυας ἐπὶ τοὺς Νομάδας ἤγειρεν. ἄλλα τε πολλὰ αὐτοῖς ἔργα πολέμων ἐς ἀλλήλους γίγνεται, μέχρι Ῥωμαίων ἕτεροι πρέσβεις ἐπῆλθον ἐς διαλύσεις, οἷς ὁμοίως εἴρητο Μασσανάσσῃ βοηθεῖν ἀδήλως. καὶ ἐβεβαίωσαν οἵδε τῷ Μασσανάσσῃ ὅσα προειλήφει, μετὰ τέχνης, ὧδε. εἶπον μὲν οὐδὲν οὐδὲ ἤκουσαν, ἵνα μή τι ὡς ἐν δίκῃ Μασσανάσσης ἐλαττοῖτο, ἐν μέσῳ δʼ ἀμφοῖν γενόμενοι τὰς χεῖρας διέστησαν· καὶ τοῦτο ἦν αὐτοῖς κέλευσμα πρὸς ἀμφοτέρους ἐς διαλύσεις. οὐ πολὺ δʼ ὕστερον ὁ Μασσανάσσης ἠμφισβήτει καὶ τῶν λεγομένων μεγάλων πεδίων καὶ χώρας πεντήκοντα πόλεων, ἣν Τύσκαν προσαγορεύουσιν. ἐφʼ οἷς πάλιν οἱ Καρχηδόνιοι κατέφυγον ἐπὶ Ῥωμαίους. οἱ δʼ ὑπέσχοντο μὲν αὐτοῖς καὶ τότε πρέσβεις πέμψειν ἐς δίαιταν, διέτριψαν δὲ ἕως εἴκασαν πολλὰ τῶν Καρχηδονίων διεφθάρθαι.
 
καὶ τότε πρέσβεις ἔπεμπον ἑτερους τε καὶ Κάτωνα, οἳ ἐς τὴν ἀμφίλογον γῆν ἀφικόμενοι ἠξίουν σφίσιν ἀμφοτέρους περὶ ἁπάντων ἐπιτρέπειν. Μασσανάσσης μὲν οὖν, οἷα πλεονεκτῶν καὶ Ῥωμαίοις ἀεὶ θαρρῶν, ἐπέτρεπεν, οἱ Καρχηδόνιοι δʼ ὑπώπτευον, ἐπεὶ καὶ τοὺς πρότερον ᾔδεσαν οὐκ εὖ δικάσαντας. ἔφασαν οὖν τὰς συνθήκας τὰς ἐπὶ Σκιπίωνος οὐδὲν χρῄζειν δικῶν οὐδὲ διορθώσεως, ὅσα μὴ ἐξ αὐτῶν παραβαίνεται μόνα. οἱ δʼ οὐκ ἀνασχόμενοι περὶ μέρους δικάζειν ἐπανῄεσαν, καὶ τὴν χώραν περιεσκόπουν, ἀκριβῶς τε εἰργασμένην καὶ κατασκευὰς μεγάλας ἔχουσαν. εἶδον δὲ καὶ τὴν πόλιν ἐσελθόντες, ὅση τε τὴν δύναμιν ἦν, καὶ πλῆθος ὅσον ηὔξητο ἐκ τῆς οὐ πρὸ πολλοῦ κατὰ Σκιπίωνα διαφθορᾶς. ἐπανελθόντες τε ἐς Ῥώμην, ἔφραζον οὐ ζήλου μᾶλλον ἢ φόβου γέμειν αὐτοῖς τὰ Καρχηδονίων, πόλεως δυσμενοῦς τοσῆσδε καὶ γείτονος εὐχερῶς οὕτως αὐξανομένης. καὶ ὁ Κάτων μάλιστα ἔλεγεν οὔ ποτε Ῥωμαίοις βέβαιον οὐδὲ τὴν ἐλευθερίαν ἔσεσθαι πρὶν ἐξελεῖν Καρχηδόνα. ὧν ἡ βουλὴ πυνθανομένη ἔκρινε μὲν πολεμεῖν, ἔτι δʼ ἔχρῃζε προφάσεων, καὶ τὴν κρίσιν ἀπόρρητον εἶχον. Κάτωνα δʼ ἐξ ἐκείνου φασὶν ἐν τῇ βουλῇ συνεχεῖ γνώμῃ λέγειν, Καρχηδόνα μὴ εἶναι, Σκιπίωνα δὲ τὸν Νασικᾶν τὰ ἐναντία ἀξιοῦν, Καρχηδόνα ἐᾶν, ἐς φόβον ἄρα καὶ τόνδε· Ῥωμαίων ἐκδιαιτωμένων ἤδη.
 
Καρχηδονιων δʼ οἱ δημοκρατίζοντες τοὺς τὰ Μασσανάσσου φρονοῦντας ἐξέβαλον, ἐς τεσσαράκοντα μάλιστα ὄντας, καὶ ψῆφον ἐπήνεγκαν φυγῆς, καὶ τὸν δῆμον ὥρκωσαν μήτε καταδέξεσθαί ποτε μήτε ἀνέξεσθαι τῶν λεγόντων καταδέχεσθαι. οἱ δʼ ἐξελαθέντες ἐπὶ τὸν Μασσανάσσην κατέφυγον, καὶ ἐξώτρυνον ἐς πόλεμον. ὁ δὲ καὶ αὐτὸς οὕτως ἔχων ἔπεμπε τῶν παίδων ἐς Καρχηδόνα Γολόσσην τε καὶ Μικίψαν, ἀξιῶν καταδέχεσθαι τοὺς διʼ αὑτὸν ἐξεληλαμένους. τούτοις προσιοῦσι τὰς πύλας ὁ βοήθαρχος ἀπέκλεισε, δείσας μὴ τὸν δῆμον οἱ συγγενεῖς τῶν φευγόντων καταδακρύσειαν. Γολόσσῃ δὲ καὶ ἐπανιόντι Ἀμίλχαρ ὁ Σαυνίτης ἐπέθετο, καὶ τινὰς μὲν ἔκτεινεν, αὐτὸν δὲ ἐθορύβησεν, ἐφʼ οἷς ὁ Μασσανάσσης προφάσεις τάσδε ποιούμενος ἐπολιόρκει πόλιν Ὁρόσκοπα. καὶ τῆσδε παρὰ τὰς συνθήκας ἐφιέμενος. οἱ δὲ Καρχηδόνιοι πεζοῖς μὲν δισμυρίοις καὶ πεντακισχιλίοις, ἱππεῦσι δὲ πολιτικοῖς τετρακοσίοις, Ἀσδρούβα τοῦ τότε σφῶν βοηθάρχου στρατηγοῦντος, ἐπὶ τὸν Μασσανάσσην ἐστράτευον. καὶ πλησιάσασιν αὐτοῖς Ἅσασίς τε καὶ Σούβας ταξίαρχοι τοῦ Μασσανάσσου, διενεχθέντες τι τοῖς παισὶ Μασσανάσσου, προσέδραμον ἐς αὐτομολίαν ἱππέας ἄγοντες ἑξακισχιλίους, οἷς ἐπαρθεὶς ὁ Ἀσδρούβας μετεστρατοπέδευεν ἐγγυτέρω τοῦ βασιλέως, καὶ ἐν ταῖς ἀκροβολίαις ἐπὶ κρεισσόνων ἦν. ὁ δὲ Μασσανάσσης ἐνεδρεύων αὐτὸν ὑπεχώρει κατʼ ὀλίγον οἷα φεύγων, ἕως προσήγαγεν ἐς πεδίον μέγα καὶ ἔρημον, οὗ πανταχόθεν ἦσαν λόφοι καὶ ἀπόκρημνα καὶ ἀγορᾶς ἀπορία. τότε δʼ ἐπιστρέψας ἐστρατοπέδευεν ἐν τοῖς πεδινοῖς· ὁ δὲ Ἀσδρούβας ἐς τοὺς λόφους ὡς ὀχυρωτέρους ἀνέδραμεν.
 
καὶ οἱ μὲν τῆς ἐπιούσης ἔμελλον ἐς χεῖρας ἥξειν, Σκιπίων δʼ ὁ νεώτερος, ὁ τὴν Καρχηδόνα ὕστερον ἑλών, ὑποστρατευόμενος τότε Λευκόλλῳ Κελτίβηρσι πολεμοῦντι, ἐς τὸν Μασσανάσσην ἀφικνεῖτο πεμφθεὶς ἐλέφαντας αἰτῆσαι. καὶ αὐτῷ Μασσανάσσης, τοῦ σώματος ὡς ἐς μάχην ἐπιμελούμενος, ἱππέας ἀπαντᾶν ἔπεμψε, καὶ τῶν παίδων τισὶν ἐκέλευεν ἐλθόντα ὑποδέξασθαι. αὐτὸς δʼ ἅμʼ ἕῳ τὸν στρατὸν ἐξέτασσεν, ὀγδοήκοντα μὲν καὶ ὀκτὼ γεγονὼς ἔτη, ἱππεύων δʼ ἔτι καρτερῶς καὶ γυμνὸν τὸν ἵππον ἀναβαίνων, ὡς ἔθος ἐστὶ Νομάσι, καὶ στρατηγῶν καὶ μαχόμενος, εἰσὶ γὰρ Λιβύων οἱ Νομάδες εὐρωστότατοι, καὶ μακροβίων ὄντων μακροβιώτατοι. αἴτιον δʼ ἴσως ὅ τε χειμὼν οὐ πολὺ κρύος ἔχων, [ὑφʼ οὗ φθείρεται πάντα,] καὶ τὸ θέρος οὐ κατακαῖον ὥσπερ Αἰθίοπάς τε καὶ Ἰνδούς. διὸ καὶ τῶν θηρίων τὰ δυνατώτατα ἥδε ἡ γῆ φέρει, καὶ οἱ ἄνδρες ἐν ὑπαίθρῳ καὶ πόνοις εἰσὶν ἀεί. ὁλίγος τε ὁ οἶνος αὐτοῖς, καὶ ἡ τροφὴ πἇσιν ἁπλῆ τε καὶ εὐτελής. ὁ μὲν δὴ Μασσανάσσης ἐπιβὰς ἵππου διεκόσμει τὸν στρατόν, καὶ Ἀσδρούβας ἀντεξῆγε τὸν ἴδιον αὐτῷ, πολὺ πλῆθος· ἤδη γὰρ καὶ τῷδε πολλοὶ προσεληλύθεσαν ἐκ τῆς χώρας. ὁ δὲ Σκιπίων ἐθεᾶτο τὴν μάχην ἀφʼ ὑψηλοῦ καθάπερ ἐκ θεάτρου. ἔλεγε τε πολλάκις ὕστερον, ἀγῶσι συνενεχθεὶς ποικίλοις, οὔποτε ὧδε ἡσθῆναι· μόνον γὰρ ἔφη τόνδε τὸν πόνον ἄφροντις ἰδεῖν, μυριάδας ἀνδρῶν συνιούσας ἐς μάχην ἕνδεκα. ἔλεγέ τε σεμνύνων δύο πρὸ αὑτοῦ τὴν τοιάνδε θέαν ἰδεῖν ἐν τῷ Τρωικῷ πολέμῳ, τὸν Δία ἀπὸ τῆς Ἴδης καὶ τὸν Ποσειδῶνα ἐκ Σαμοθρᾴκης.
 
γενομένης δὲ τῆς μάχης ἐς νύκτα ἀπʼ ἠοῦς, καὶ πολλῶν πεσόντων ἑκατέρωθεν, ἔδοξεν ἐπὶ κρεισσόνων ὁ Μασσανάσσης γενέσθαι. καὶ αὐτῷ ὑποστρέφοντι ἀπὸ τοῦ ἔργου ὁ Σκιπίων ὤφθη. ὁ δὲ αὐτὸν οἷα φίλον ἐκ πάππου περιεῖπε θεραπεύων. ὅπερ οἱ Καρχηδόνιοι μαθόντες, ἐδέοντο τοῦ Σκιπίωνος πρὸς Μασσανάσσην σφᾶς συναλλάξαι. ὁ δὲ συνήγαγε μὲν αὐτούς, γιγνομένων δὲ προκλήσεων οἱ Καρχηδόνιοι τῷ Μασσανάσσῃ τὴν μὲν περὶ τὸ Ἐμπόριον γῆν ἔλεγον μεθήσειν, καὶ ἀργυρίου τάλαντα δώσειν διακόσια αὐτίκα καὶ ὀκτακόσια σὺν χρόνῳ, τοὺς δʼ αὐτομόλους αἰτοῦντος οὐχ ὑπέστησαν οὐδʼ ἀκοῦσαι, ἀλλʼ ἄπρακτοι διεκρίθησαν. καὶ Σκιπίων μὲν ἐς Ἰβηρίαν ἔχων τοὺς ἐλέφαντας ἐπανῄει, Μασσανάσσης δὲ τὸν λόφον τῶν πολεμίων περιταφρεύσας, ἐφύλασσε μηδεμίαν αὐτοῖς ἀγορὰν ἐσφέρεσθαι. οὐδʼ ἄλλως ἐγγὺς ἦν οὐδέν, ἐπεὶ καὶ αὐτῷ μόλις ἐκ μακροῦ σφόδρα ἐπιμόχθως ἐφέρετο ὀλίγη. Ἀσδρούβας δʼ εὐθὺς μὲν ἐδόκει δύνασθαι διεκπαῖσαι τοὺς πολεμίους ἐρρωμένῳ ἔτι καὶ ἀπαθεῖ τῷ στρατῷ, ἀγορὰν δʼ ἔχων Μασσανάσσου πλείονα προκαλεῖσθαι τὸν Μασσανάσσην ἐνόμιζε, καὶ παρέμενε, πυνθανόμενος ἅμα καὶ Ῥωμαίων ἐπιέναι πρέσβεις ἐς διαλύσεις. οἱ δʼ ἦλθον μέν, εἴρητο δʼ αὐτοῖς, εἰ Μασσανάσσης ἐλασσοῖτο, λῦσαι τὴν διαφοράν, εἰ δʼ ἐπὶ κρεισσόνων εἴη, καὶ παροξῦναι.
 
οἱ μὲν δὴ τὸ ἑαυτῶν ἔπραξαν, ὁ δὲ λιμὸς τὸν Ἀσδρούβαν καὶ τοὺς Καρχηδονίους ἐξέτριβε· καὶ τοῖς σώμασι πάντα ἔχοντες ἀσθενῶς, βιάσασθαι μὲν οὐκέτι τοὺς πολεμίους ἐδύναντο, τὰ δʼ ὑποζύγια πρῶτον, εἶτα τοὺς ἵππους ἐπὶ τοῖς ὑποζυγίοις ἔθυον, καὶ ἱμάντας ἑψοῦντες ἤσθιον. καὶ νόσων αὐτοὺς ἰδέαι πᾶσαι κατελάμβανον ἔκ τε πονηρίας τροφῶν καὶ ἀκινησίας ἔργων καὶ ὥρας ἔτους· συνεκέκλειστο γὰρ ἐς ἓν χωρίον καὶ στενὸν στρατόπεδον ὄχλος ἀνθρώπων ἐν Λιβύῃ θέρους. τῶν τε ξύλων αὐτοὺς ἐς τὴν ἕψησιν ἐπιλιπόντων τὰ ὅπλα κατέκαιον. καὶ τῶν ἀποθνησκόντων οὐδεὶς οὔτʼ ἐξεφέρετο, Μασσανάσσου τὴν φυλακὴν οὐκ ἀνιέντος, οὔτʼ ἐξεκαίετο ξύλων ἀπορίᾳ. ὁ οὖν φθόρος αὐτοῖς ἦν πολύς τε καὶ περιώδυνος, συνοῦσιν ὀδωδόσι καὶ σηπομένοις σώμασιν. τό τε πλεῖστον ἤδη τοῦ στρατοῦ διέφθαρτο· καὶ τὸ ὑπόλοιπον οὐδεμίαν σφίσιν ἐλπίδα σωτηρίας ὁρῶντες, τοὺς αὐτομόλους ὑπέστησαν ἐκδοῦναι τῷ Μασσανάσσῃ, καὶ πεντακισχίλια ἀργυρίου τάλαντα πεντήκοντα ἔτεσιν ἐσενεγκεῖν, τούς τε φυγάδας σφῶν καταδέξασθαι παρὰ τὸ ὅρκιον, καὶ αὐτοὶ διὰ μιᾶς πύλης τοὺς ἐχθροὺς καθʼ ἕνα διεξελθεῖν σὺν χιτωνίσκῳ μόνῳ. Γολόσσης δʼ αὐτοῖς ἀπιοῦσι, χαλεπαίνων τῆς οὐ πρὸ πολλοῦ διώξεως, εἴτε συνειδότος τοῦ πατρὸς εἴτε διʼ ἑαυτοῦ, Νομάδας ἱππέας ἐπέπεμψεν, οἳ οὐκ ἀμυνομένους, οὔτε ὅπλον ἔχοντας ἐς ἄμυναν οὔτε φυγεῖν ὑπʼ ἀσθενείας δυναμένους ἔκτειναν. ἔκ τε μυριάδων πέντε στρατοῦ καὶ ὀκτακισχιλίων ἀνδρῶν ὀλίγοι πάμπαν ἐς Καρχηδόνα περιεσώθησαν, καὶ σὺν αὐτοῖς Ἀσδρουβας τε ὁ στρατηγὸς καὶ ἕτεροι τῶν ἐπιφανῶν.
 
τοιόσδε μὲν ὁ Μασσανάσσου καὶ Καρχηδονίων πόλεμος ἦν, ἐκδέχεται δʼ αὐτὸν ὁ τρίτος ἐν Λιβύῃ καὶ τελευταῖος Ῥωμαίων. καὶ Καρχηδόνιοι τῷ Μασσανάσσου πταίσματι συμπεσόντες, ἀσθενεστάτης ὑπʼ αὐτοῦ τῆς πόλεως γενομένης, αὐτόν τε Μασσανάσσην ἐδεδοίκεσαν ἐγγὺς ἔτι ὄντα μετὰ πολλοῦ στρατοῦ, καὶ Ῥωμαίους δυσμεναίνοντας ἀεὶ σφίσι καὶ πρόφασιν θησομένους τὰ ἐς τὸν Μασσανάσσην γενόμενα. ὧν οὐδέτερον κακῶς ὑπενόουν· αὐτίκα γὰρ οἱ Ῥωμαῖοι πυθόμενοι στρατὸν ἐπήγγελλον ἐς ὅλην τὴν Ἰταλίαν, τὴν μὲν χρείαν οὐ λέγοντες, ὡς δʼ ἂν ὀξέως ἔχοιεν ἐς τὰ παραγγελλόμενα χρῆσθαι. καὶ οἱ Καρχηδόνιοι νομίζοντες ἐκλύσειν τὴν πρόφασιν, ἐπεκήρυσσον Ἀσδρούβᾳ τε τῷ στρατηγήσαντι τοῦδε τοῦ πρὸς Μασσανάσσην πολέμου καὶ Καρθάλωνι τῷ βοηθάρχῳ, καὶ εἴ τις ἄλλος ἐφῆπτο τοῦ ἔργου, θάνατον, ἐς ἐκείνους τὴν αἰτίαν τοῦ πολέμου περιφέροντες. ἔς τε Ῥώμην πρέσβεις ἔπεμπον, οἳ κατηγόρουν μὲν αὐτοῦ Μασσανάσσου, κατηγόρουν δὲ καὶ τῶνδε τῶν ἀνδρῶν ὡς ἀμυναμένων αὐτὸν ὀξέως τε καὶ προπετῶς καὶ τὴν πόλιν ἐς πρόφασιν ἔχθρας ἐμβαλόντων. ὡς δέ τις τῶν βουλευτῶν τοὺς πρέσβεις ἤρετο ὅπως οὐκ ἐν ἀρχῇ τοῦ πολέμου τοὺς αἰτίους, ἀλλὰ μετὰ τὴν ἧσσαν ἐξεκήρυξαν, καὶ πρὸς ἡμᾶς οὐ πρότερον ἀλλὰ νῦν πρεσβεύεσθε, οἱ μὲν ἀποκρίσεως ἠπόρουν, ἡ δὲ βουλὴ πάλαι διεγνωκυῖα πολεμῆσαι καὶ προφάσεις ἐρεσχηλοῦσα ὧδε ἀπεκρίνατο, Καρχηδονίους οὔπω Ῥωμαίοις ἱκανῶς ἀπολογήσασθαι. πάλιν οὖν ἀγωνιῶντες ἠρώτων, εἰ δοκοῦσιν ἁμαρτεῖν, τί παθόντες ἀπολύσονται τὸ ἔγκλημα. οἱ δὲ οὕτως ἔφασαν τῷ ῥήματι, εἰ τὸ ἱκανὸν ποιήσετε Ῥωμαίοις. ζητούντων δʼ ἐκείνων ὅ τι εἴη τὸ ἱκανόν, οἱ μὲν ᾤοντο Ῥωμαίους ἐθέλειν τοῖς χρήμασι προσεπιθεῖναι τοῖς ἐπὶ Σκιπίωνος ὡρισμένοις, οἱ δὲ Μασσανάσσῃ τῆς ἀμφιλόγου γ ῆς μεταστῆναι. ἀποροῦντες οὖν πάλιν ἐς Ῥώμην ἔπεμπον, καὶ παρεκάλουν γνῶναι σαφῶς ὅ τι ἐστὶν αὐτοῖς τὸ ἱκανόν. οἱ δὲ αὖθις ἔφασαν εἰδέναι Καρχηδονίους καλῶς, καὶ εἰπόντες ἀπέπεμψαν.
 
οἱ μὲν δὴ φόβου καὶ ἀπορίας ἦσαν ἐν τούτῳ, Ἰτύκη δέ, ἡ Λιβύης μεγίστη μετὰ Καρχηδόνα πόλις, λιμένας τε ἔχουσα εὐόρμους καὶ στρατοπέδων καταγωγὰς δαψιλεῖς, ἑξήκοντα σταδίους ἀπὸ Καρχηδόνος ἀφεστῶσα καὶ καλῶς ἐς πόλεμον αὐτοῖς ἐπικειμένη, τὰ Καρχηδονίων ἄρα καὶ αὕτη τότε ἀπογνοῦσα καὶ τὸ πάλαι μῖσος ἐς αὐτοὺς ἐκφέρουσα ἐν καιρῷ, πρέσβεις ἐς Ῥώμην ἔπεμψεν, οἳ τὴν Ἰτύκην Π̔ωμαίοις ἐπέτρεπον. ἡ δὲ βουλὴ καὶ τέως ἐς τὸν πολεμον ὁρμῶσά τε καὶ παρασκευαζομένη, πόλεως ὀχυρᾶς οὕτω καὶ ἐπικαίρου προσγενομένης ἐξέφηνέ τε τὴν γνώμην, καὶ ἐς τὸ Καπιτώλιον, οὗπερ εἰώθασι περὶ πολέμου σκοπεῖν, συνελθοῦσα ἐψηφίσατο Καρχηδονίοις πολεμεῖν. στρατηγούς τε τοὺς ὑπάτους αὐτίκα ἐξέπεμπον, ἐπὶ μὲν τοῦ πεζοῦ Μάνιον Μανίλιον, ἐπὶ δὲ τοῦ στόλου Λεύκιον Μάρκιον Κηνσωρῖνον, οἷς ἐν ἀπορρήτῳ ἐλέλεκτο μὴ ἀνασχεῖν τοῦ πολέμου πρὶν Καρχηδόνα κατασκάψαι. οἱ μὲν δὴ θύσαντες ἐς Σικελίαν ἔπλεον ὡς ἐκεῖθεν ἐς τὴν Ἰτύκην διαβαλοῦντες, ναυσὶ δʼ ἐφέροντο πεντήκοντα μὲν πεντήρεσιν, ἑκατὸν δʼ ἡμιολίαις, ἀφράκτοις δὲ καὶ κερκούροις καὶ στρογγύλοις πολλοῖς. καὶ στρατὸν ἦγον ὀκτακισμυρίους πεζοὺς καὶ ἱππέας ἐς τετρακισχιλίους, ἀρίστους ἅπαντας· ὡς γὰρ ἐς ἐπιφανῆ στρατείαν καὶ προῦπτον ἐλπίδα πᾶς τις ἀστῶν καὶ συμμάχων ὥρμα, καὶ πολλοὶ καὶ ἐθελονταὶ παρήγγελλον ἐς τὸν κατάλογον.
 
Καρχηδονίοις δὲ προσέπεσεν ἥ τε κρίσις τοῦ πολέμου καὶ τὸ ἔργον ὁμοῦ διʼ ἑνὸς ἀγγέλου· ὁ γὰρ αὐτὸς ἔφερέ τε τὸ ψήφισμα τοῦ πολέμου, καὶ τὰς ναῦς ἐδήλου πλεῖν ἐπὶ σφᾶς. ἐκπλαγέντες οὖν ἀπεγίγνωσκον αὑτῶν ἀπορίᾳ τε νεῶν καὶ ἀπωλείᾳ προσφάτῳ τοσῆσδε νεότητος, οὐ συμμάχους ἔχοντες, οὐ μισθοφόρους ἑτοίμους, οὐ σῖτον ἐς πολιορκίαν συνενηνεγμένον, οὐκ ἄλλο οὐδέν, ὡς ἐν ἀκηρύκτῳ καὶ ταχεῖ πολέμῳ, οὐδʼ αὐτοὶ διαρκεῖν δυνάμενοι Ῥωμαίοις τε καὶ Μασσανάσσῃ. πρέσβεις οὖν ἑτέρους ἐς Ῥώμην ἔπεμπον αὐτοκράτορας, ὅπῃ δύναιντο, τὰ παρόντα διαθέσθαι. οἷς ἡ σύγκλητος εἶπεν, ἐὰν τοῖς ὑπάτοις ἔτι οὖσιν ἐν Σικελίᾳ, τριάκοντα ἡμερῶν τῶνδε, οἱ Καρχηδόνιοι τριακοσίους τοὺς ἐνδοξοτάτους σφῶν παῖδας ἐς ὁμηρείαν παράσχωσι καὶ τἄλλα κατακούσωσιν αὐτῶν, ἕξειν Καρχηδόνα ἐλευθέραν τε καὶ αὐτόνομον, καὶ γῆν ὅσην ἔχουσιν ἐν Λιβύῃ. ταῦτα μὲν ἐς τὸ φανερὸν ἐψηφίσαντο, καὶ τοῖς πρέσβεσιν ἔδωκαν ἐς Καρχηδόνα φέρειν τὸ δόγμα· ἐν ἀπορρήτῳ δὲ τοῖς ὑπάτοις ἐπέστειλαν ἔχεσθαι τῶν ἰδίᾳ σφίσιν ἐντεταλμένων.
 
οἱ δὲ Καρχηδόνιοι τὴν μὲν γνώμην ὑπώπτευον, οὐκ ἐπὶ συνθήκῃ βεβαίᾳ τὰ ὅμηρα παρέχοντες· οἷα δʼ ἐν κινδύνῳ τοσῷδε, τὰς ἐλπίδας ἐν ᾧ μηδὲν ἐκλείψουσι τιθέμενοι, σπουδῇ προλαβόντες τὴν προθεσμίαν, τοὺς παῖδας ἦγον ἐς Σικελίαν, γονέων τε αὐτοῖς ἐπικλαιόντων καὶ οἰκείων, καὶ μάλιστα τῶν μητέρων, αἳ σὺν ὀλολυγῇ μανιώδει τῶν τέκνων ἐξήπτοντο καὶ νεῶν τῶν φερουσῶν αὐτὰ καὶ στρατηγῶν τῶν ἀγόντων, ἀγκυρῶν τε ἐπελαμβάνοντο καὶ καλῴδια διέσπων καὶ ναύταις συνεπλέκοντο καὶ τὸν πλοῦν ἐκώλυον. εἰσὶ δʼ αἳ καὶ μέχρι πολλοῦ τῆς θαλάσσης παρένεον, δεδακρυμέναι τε καὶ ἐς τὰ τέκνα ἀφορῶσαι. αἱ δʼ ἐπὶ τῆς γῆς τὰς κόμας ἐτίλλοντο καὶ τὰ στέρνα ἔκοπτον ὡς ἐπὶ πένθει· ἐδόκουν γὰρ ὄνομα μὲν ἐς εὐπρέπειαν εἶναι τὴν ὁμηρείαν, ἔργῳ δὲ τῆς πόλεως ἔκδοσιν, ἐπʼ οὐδεμιᾷ συνθήκῃ τῶνδε τῶν παίδων διδομένων. καὶ πολλαὶ καὶ τοῦτο ἐν ταῖς οἰμωγαῖς κατεμαντεύοντο τῇ πόλει, μηδὲν αὐτὴν ὀνήσειν τοὺς παῖδας ἐκδιδομένους· ἐν μὲν δὴ τῇ Καρχηδόνι τῶν ὁμήρων ἡ ἀναγωγὴ τοιάδε τις ἦν, ἐν δὲ τῇ Σικελίᾳ παραλαβόντες αὐτὰ οἱ ὕπατοι διέπεμπον ἐς Ῥώμην, καὶ τοῖς Καρχηδονίοις ἔφασαν ἐς τὸ τέλος τοῦ πολέμου τὰ λοιπὰ ἐρεῖν ἐν Ἰτύκῃ.
 
διαπλεύσαντές τε ἐς αὐτὴν ἐστρατοπέδευον, ὁ μὲν πεζὸς ἔνθα πάλαι τὸ Σκιπίωνος ἦν στρατόπεδον, αἱ δὲ νῆες ἐν τοῖς λιμέσι τοῖς Ἰτυκαίων. ἀφικομένων δὲ κἀκεῖ πρέσβεων ἐκ Καρχηδόνος, οἱ μὲν ὕπατοι προυκάθηντο ἐπὶ βήματος ὑψηλοῦ, ἡγεμόνων τε σφίσι καὶ χιλιάρχων παρεστώτων, ἡ στρατιὰ δʼ ἑκατέρωθεν ἐπὶ μῆκος πολὺ ὅπλοις τε ἐπισήμοις ἐσκεύαστο, καὶ τὰ σημεῖα ἔφερον ὀρθά, ἵνα οἱ πρέσβεις τὸ πλῆθος ἐκ τούτων συμβάλοιεν. ἐπεὶ δʼ οἱ μὲν ὕπατοι τῷ σαλπικτῇ προσέταξαν ὑποσημῆναι σιωπήν, ὁ δὲ κήρυξ ἀνεῖπε τοὺς Καρχηδονίων πρέσβεις προσιέναι, οἱ μὲν ἐσήγοντο διὰ στρατοπέδου μακροῦ, καὶ τοῦ βήματος οὐ προσεπέλαζον, ἀλλὰ περισχοίνισμα ἦν ἐν μέσῳ, οἱ δʼ ὕπατοι λέγειν αὐτοὺς ἐκέλευον ὅ τι χρῄζοιεν. καὶ οἱ πρέσβεις ἔλεγον ἐλεεινὰ πολλὰ καὶ ποικίλα, συνθηκῶν τε πέρι τῶν σφίσι πρὸς Ῥωμαίους γενομένων, καὶ Καρχηδόνος αὐτῆς χρόνου καὶ πλήθους καὶ δυνάμεως καὶ ἀρχῆς τῆς ἐς πολὺ μεγίστης ἐν γῇ καὶ θαλάσσῃ γενομένης. οὐκ ἐπὶ σεμνολογίᾳ δὲ ἔφασαν λέγειν· οὐ γὰρ εἶναι καιρὸν ἐν συμφοραῖς σεμνολογίας, ἀλλʼ ἐς σωφρόνισμα ὑμῖν, ὦ Ῥωμαῖοι, καὶ μετριοπάθειαν ἡ τῆς ἡμετέρας μεταβολῆς ὀξύτης ἔστω. κράτιστοι δέ, ὅσοι τοὺς πταίσαντας ἐλεοῦντες τὸ σφέτερον εὔελπι ποιοῦνται τῷ μηδὲν ἐς ἄλλας τύχας ἁμαρτεῖν. καὶ τάδε μὲν ὑμῶν ἄξια καὶ τῆς ὑμετέρας εὐσεβείας, ἣν προσποιεῖσθε μάλιστα ἀνθρώπων·
 
εἰ δὲ καὶ ἀνημέρων ἐτετυχήκειμεν ἐχθρῶν, κόρος ἐστὶν ἀτυχημάτων ὅσα πεπόνθαμεν, οἳ τὴν ἡγεμονίαν τῆς τε γῆς καὶ θαλάσσης ἀφῃρήμεθα, καὶ τὰς ναῦς ὑμῖν παρεδώκαμεν, καὶ ἄλλας οὐκ ἐπικτώμεθα, καὶ θήρας καὶ κτήσεως ἐλεφάντων ἀπέστημεν, καὶ ὅμηρα τὰ κράτιστα καὶ πάλαι καὶ νῦν παρεδώκαμεν, καὶ φόρους τελοῦμεν εὐτάκτως οἱ παρʼ ἑτέρων ἀεὶ λαμβάνοντες. καὶ τάδε ἤρκεσε τοῖς πατράσιν ὑμῶν, οἷς ἐπολεμήσαμεν· καὶ συνθήκας ἐπʼ αὐτοῖς ἐγράψαντο ἡμῖν ὡς φίλοις τε καὶ συμμάχοις, καὶ ὅρκος ἔστιν ἐν ταῖς συνθήκαις ἀμφοῖν ὅμοιος. κἀκεῖνοι μὲν ἡμῖν, οἷς ἐπολεμήσαμεν, πιστοὶ μετὰ ταῦτα ἐγένοντο· ὑμεῖς δέ, οἷς οὐδʼ ἐς χεῖρας ἤλθομεν, τί τῶνδε τῶν συνθηκῶν αἰτιώμενοι παραβεβάσθαι, τὸν πόλεμον τόνδε ὀξέως οὕτως ἐψηφίσασθέ τε καὶ ἀκηρύκτως ἐπηγάγετε ἡμῖν; πότερον οὐ δίδομεν τοὺς φόρους; ἢ ναῦς ἔχομεν, ἢ τοὺς ἐπιφθόνους ἐλέφαντας; ἢ οὐ πιστοὶ τὰ πρὸς ὑμᾶς ἐξ ἐκείνου γεγόναμεν; ἢ οὐκ ἐλεεινοὶ τῶν πέντε μυριάδων τῶν χθὲς ἀπολομένων ὑπὸ λιμοῦ; ἀλλὰ Μασσανάσσῃ πεπολεμήκαμεν· πολλά γε πλεονεκτοῦντι· καὶ πάντα διʼ ὑμᾶς ἐφέρομεν. ἀπαύστως δʼ ἔχων καὶ ἀθεμίστως ἐς ἡμᾶς καὶ τὸ ἔδαφος ἐν ᾧ καὶ ἐτράφη καὶ ἐπαιδεύθη, γῆν ἄλλην ἡμῶν ἀπέσπα περὶ τὸ Ἐμπόριον· καὶ λαβὼν καὶ τήνδε ἐπέβαινεν ἑτέρας, μέχρι τὰς συνθήκας ἡμῖν τὰς πρὸς ὑμᾶς συνέχεεν· εἰ τοῦτʼ ἐστὶν ἡ τοῦδε τοῦ πολέμου πρόφασις, ἡμεῖς δὲ καὶ τοὺς ἀμυναμένους αὐτὸν ἐξεκηρύξαμεν, καὶ πρὸς ὑμᾶς πρέσβεις ἐπέμψαμεν οἳ περὶ τούτων ἀπελογοῦντο, καὶ ἑτέρους αὐτοκράτορας ὅπῃ θέλετε συνθέσθαι. τί οὖν ἔδει νεῶν καὶ στόλου καὶ στρατοῦ πρὸς ἄνδρας οὐχ ὁμολογοῦντας μὲν ἁμαρτεῖν, ἑαυτοὺς δὲ ὑμῖν ἐπιτρέποντας; ὅτι δὲ οὐκ ἀπατῶντες ὑμᾶς, οὐδὲ μικρολογούμενοι παθεῖν ὅ τι ἂν ζημιῶτε, ταῦτα προυτείνομε ν, ἐπιδέδεικται σαφῶς. ὅτε τοὺς ἀρίστους παῖδας ἐς ὁμηρείαν αἰτοῦσιν ὑμῖν εὐθύς, ὡς τὸ δόγμα ἐκέλευε, τὰς τριάκοντα προλαβόντες ἡμέρας, ἀπεστείλαμεν. τοῦ δʼ αὐτοῦ δόγματός ἐστιν, ἢν παράσχωμεν ὑμῖν τὰ ὅμηρα, τὴν Καρχηδόνα ἐλευθέραν ἐᾶν καὶ αὐτόνομον, κεκτημένην ἃ ἔχομεν.
 
οἱ μὲν δὴ πρέσβεις τοσαῦτα εἶπον, Κηνσωρῖνος δʼ ὑπαναστὰς ἀντέλεξεν ὧδε· τὰς μὲν αἰτίας τοῦ πολέμου τί δεῖ λέγειν ὑμῖν, ὦ Καρχηδόνιοι, πρεσβεύσασιν ἐς Ῥώμην καὶ παρὰ τῆς συγκλήτου μαθοῦσιν; ὃ δὲ ἐψεύσασθε περὶ ἡμῶν, τοῦθʼ ὑμᾶς ἐλέγξω. καὶ γὰρ τὸ δόγμα δηλοῖ, καὶ ἡμεῖς ὑμῖν ἐν Σικελίᾳ προείπομεν τὰ ὅμηρα παραλαμβάνοντες, τὰ λοιπὰ τῶν δοξαντων ἐπικελεύσειν ἐν Ἰτύκῃ. τῶν μὲν οὖν ὁμήρων τῆς τε ταχυτῆτος καὶ τῆς ἐπιλέξεως ἐπαινοῦμεν ὑμᾶς· τί δὲ ὅπλων δεῖ τοῖς εἰρηνεύουσι καθαρῶς; φέρετε· πάντα ὅσα δημόσιά τε καὶ ἴδια ἕκαστος ὑμῶν ἔχει, βέλη τε καὶ καταπέλτας, ἡμῖν παράδοτε. ὁ μὲν οὕτως εἶπεν, οἱ δὲ πρέσβεις ἔφασαν ἐθέλειν μὲν καὶ τοῖσδε ὑπακοῦσαι, ἀπορεῖν δὲ ὅπως Ἀσδρούβαν, ᾧ θάνατον ἐπεκήρυξαν, δύο μυριάδας ἀνδρῶν ἤδη συναγαγόντα καὶ αὐτῇ Καρχηδόνι παραστρατοπεδεύοντα ἀμυνοῦνται. εἰπόντων δὲ τῶν ὑπάτων ὅτι Ῥωμαῖοι τούτων ἐπιμελήσονται, οἱ μὲν καὶ ταῦτα δώσειν ὑπέσχοντο. καὶ συμπεμφθέντες αὐτοῖς Κορνήλιός τε Σκιπίων ὁ Νασικᾶς καὶ Γναῖος Κορνήλιος ὁ Ἱσπανὸς ἐπίκλησιν παρελάμβανον εἴκοσι μυριάδας πανοπλιῶν, καὶ βελῶν καὶ ἀκοντίων πλῆθος ἄπειρον, καὶ καταπέλτας ὀξυβελεῖς τε καὶ λιθοβόλους ἐς δισχιλίους· καὶ φερομένων αὐτῶν ἡ μὲν ὄψις ἦν λαμπρὰ καὶ παράλογος, ἀμαξῶν τοσῶνδε ὑπʼ αὐτῶν τῶν πολεμίων ἀγομένων, οἱ δὲ πρέσβεις εἵποντο αὐτοῖς, καὶ ὅσοι τῆς γερουσίας ἢ τῆς ἄλλης πόλεως ἄριστοι ἢ ἱερεῖς ἢ ἄλλως ἐπιφανεῖς ἔμελλον τοὺς ὑπάτους ἐς ἐντροπὴν ἢ ἔλεον ἄξειν. ἐσαχθέντες δὲ αὐτῷ κόσμῳ τοῖς ὑπάτοις παρέστησαν. καὶ ὁ Κηνσωρῖνος (ἦν γὰρ εἰπεῖν ἱκανώτερος τοῦ συνάρχου) ἀναστὰς καὶ τότε, καὶ σκυθρωπάσας ἐπὶ πολύ, ἔλεξεν ὧδε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme