3.15
Σκιπίων δὲ καὶ Μασσανάσσης τὴν χώραν ἐπόρθουν, καὶ Ῥωμαίων ἐξέλυον ὅσοι δεθέντες ἔσκαπτον ἐν τοῖς ἀγροῖς, ἐξ Ἰβηρίας ἢ Σικελίας ἢ ἀπʼ αὐτῆς τῆς Ἰταλίας πεμφθέντες ὑπὸ Ἀννίβου. πολιορκοῦσι δʼ αὐτοῖς πόλιν μεγάλην ᾗ ὄνομα ἦν Λόχα, καὶ πολλὰ δεινὰ πάσχουσιν, οἱ μὲν Λοχαῖοι προστιθεμένων τῶν κλιμάκων ἐπεκηρυκεύοντο ἐκλείψειν τὴν πόλιν ὑπόσπονδοι, καὶ ὁ Σκιπίων ἀνεκάλει τῇ σάλπιγγι τὴν στρατιάν· ἡ δʼ οὐχ ὑπήκουεν ὑπʼ ὀργῆς ὧν ἐπεπόνθεσαν, ἀλλʼ ἐπιβάντες τοῖς τείχεσι καὶ γύναια καὶ παιδία κατέσφαττον· ὁ δὲ τοὺς μὲν ἔτι ὄντας Λοχαίων ἀφῆκεν ἀπαθεῖς, τὴν δὲ στρατιὰν τὴν λείαν ἀφείλετο, καὶ τοὺς λοχαγούς, ὅσοι συνεξήμαρτον, ἐκλήρωσεν ἐν τῷ μέσῳ, καὶ τρεῖς τοὺς λαχόντας ἐκόλασε θανάτῳ. καὶ τάδε πράξας αὖθις ἐλεηλάτει. Ἀσδρούβας δʼ αὐτοὺς ἐνήδρευε, Μάγωνα μὲν τὸν ἵππαρχον ἐπιπέμψας ἐκ μετώπου, αὐτὸς δὲ ὄπισθεν ἐπιών. οἱ δʼ ἐν μέσῳ γενόμενοι τὸ ἔργον ἐμερίσαντο, καὶ ἐς ἑκατέρους αὐτῶν ἑκάτερος ἐπιστραφεὶς πεντακισχιλίους τῶν Λιβύων ἀπέκτειναν, καὶ χιλίους καὶ ὀκτακοσίους ἔλαβον αἰχμαλώτους, τοὺς δὲ λοιποὺς ἐς τὰς πέτρας κατήραξαν.