2.11
ὁ δʼ αἰσθόμενος ἐξέφυγέ τε, καὶ τὴν πάτρῴαν ἀρχὴν ἐκρατύνετο, ἱππέας ἀθροίζων, οἷς ἡμέρας τε καὶ νυκτὸς ἦν ἔργον ἀκοντίοις πολλοῖς χρωμένους ἐπελαύνειν ἀεὶ καὶ ἀναχωρεῖν καὶ αὖθις ἐπελαύνειν. καὶ ὅλως ἐστὶν αὐτοῖς ἡ μάχη φυγὴ καὶ δίωξις. ἴσασι δὲ καὶ λιμὸν φέρειν οἱ Νομάδες οἵδε, καὶ πόᾳ χρῆσθαι πολλάκις ἀντὶ σίτου· καὶ τὸ πάμπαν ὑδροποτοῦσιν. ὅ τε ἵππος αὐτοῖς κριθῆς μὲν οὐδʼ ὅλως γεύεται, ποηφαγῶν ἀεί, πίνει δὲ διὰ πολλοῦ. τοιούτους ὁ Μασσανάσσης ἐς δισμυρίους συναγαγὼν ἐξῆγεν ἐπὶ θήρας ἢ λεηλασίας ἑτέρων ἐθνῶν· ἅπερ ᾤετο καὶ ἔργα καὶ γυμνάσια εἶναι. Καρχηδόνιοι δὲ καὶ Σύφαξ νομίζοντες ἐπὶ σφᾶς εἶναι τὴν παρασκευὴν τοῦ μειρακίου (οὐ γὰρ ἠγνόουν ἃ ἐλελυπήκεσαν αὐτόν), ἔκριναν προτέρῳ τῷδε πολεμεῖν ἔστε καθέλωσι, καὶ τότε Ῥωμαίοις ἀπαντᾶν.