Thesauros Literature History Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
 
ὅσα δὲ Ἀννίβας ὁ Καρχηδόνιος ἐξ Ἰβηρίας ἐς Ἰταλίαν ἐσβαλών, ἑκκαίδεκα ἔτεσιν οἷς ἐπέμεινε πολεμῶν, ἔδρασέ τε καὶ ἔπαθεν ὑπὸ Ῥωμαίων, ἕως αὐτὸν Καρχηδόνιοί τε κινδυνεύοντες περὶ τῇ πόλει ἐπὶ τὰ σφέτερα μετεπέμψαντο καὶ Ῥωμαῖοι τῆς Ἰταλίας ἐξήλασαν, ἥδε ἡ γραφὴ δηλοῖ. ἥ τις δὲ τῷ Ἀννίβᾳ γέγονε τῆς ἐσβολῆς αἰτία τε ἀληθὴς καὶ πρόφασις ἐς τὸ φανερόν, ἀκριβέστατα μὲν ἐν τῇ Ἰβηρικῇ συγγραφῇ δεδήλωται, συγγράψω δὲ καὶ νῦν ὅσον ἐς ἀνάμνησιν.
 
Ἀμίλχαρ ᾧ Βάρκας ἐπικλησις ἦν, Ἀννίβου τοῦδε πατήρ, ἐστρατήγει Καρχηδονίων ἐν Σικελίᾳ, ὅτε Ῥωμαῖοι καὶ Καρχηδόνιοι περὶ αὐτῆς ἀλλήλοις ἐπολέμουν. δόξας δὲ πρᾶξαι κακῶς ὑπὸ τῶν ἐχθρῶν ἐδιώκετο, καὶ δεδιὼς ἔπραξεν ἐς τοὺς Νομάδας αἱρεθῆναι στρατηγὸς πρὸ τῶν εὐθυνῶν. γενόμενος δὲ χρήσιμος ἐν τῷδε, καὶ τὴν στρατιὰν θεραπεύσας ἁρπαγαῖς καὶ δωρεαῖς, ἤγαγεν ἄνευ τοῦ κοινοῦ Καρχηδονίων ἐπὶ Γάδειρα, καὶ ἐπέρασε τὸν πορθμὸν ἐς Ἰβηρίαν, ὅθεν λάφυρα πολλὰ διέπεμπεν ἐς Καρχηδόνα, θεραπεύων τὸ πλῆθος, εἰ δύναιτο μὴ χαλεπαίνειν αὐτῷ τῆς στρατηγίας τῆς ἐν Σικελίᾳ, χώραν δʼ αὐτοῦ κατακτωμένου πολλὴν κλέος τε μέγα ἦν, καὶ Καρχηδονίοις ἐπιθυμία πάσης Ἰβηρίας ὡς εὐμαροῦς ἔργου. Ζακανθαῖοι δέ, καὶ ὅσοι ἄλλοι Ἕλληνες ἐν Ἰβηρίᾳ, καταφεύγουσιν ἐπὶ Ῥωμαίους, καὶ γίγνεται Καρχηδονίοις ὅρος Ἰβηρίας, μὴ διαβαίνειν τὸν Ἴβηρα ποταμόν· καὶ τόδε ταῖς Ῥωμαίων καὶ Καρχηδονίων σπονδαῖς ἐνεγράφη. ἐπὶ δὲ τούτῳ Βάρκας μὲν τὴν ὑπὸ Καρχηδονίοις Ἰβηρίαν καθιστάμενος ἔν τινι μάχῃ πεσὼν ἀποθνήσκει, καὶ στρατηγὸς Ἀσδρούβας ἐπʼ αὐτῷ γίγνεται, ὃς ἐκήδευε τῷ Βάρκᾳ. καὶ τόνδε μὲν κτείνει θεράπων ἐν κυνηγεσίοις, οὗ τὸν δεσπότην ἀνῃρήκει.
 
τρίτος δὲ ἐπὶ τοῖσδε στρατηγὸς Ἰβήρων ὑπὸ τῆς στρατιᾶς ἀποδείκνυται, φιλοπόλεμος καὶ συνετὸς εἶναι δοκῶν, Ἀννίβας ὅδε, Βάρκα μὲν υἱὸς ὤν, Ἀσδρούβου δὲ τῆς γυναικὸς ἀδελφός, νέος δὲ κομιδῇ, καὶ ὡς μειράκιον ἔτι τῷ πατρὶ καὶ τῷ κηδεστῇ συνών. καὶ ὁ δῆμος ὁ Καρχηδονίων αὐτῷ τὴν στρατηγίαν ἐπεψήφισεν. οὕτω μὲν Ἀννίβας, περὶ οὗ τάδε συγγράφω, γίγνεται στρατηγὸς Καρχηδονίων ἐπʼ Ἴβηρσι· τῶν δʼ ἐχθρῶν τῶν Βάρκα τε καὶ Ἀσδρούβου τοὺς φίλους τοὺς ἐκείνων διωκόντων, καὶ Ἀννίβου τοῦδε καταφρονούντων ὡς ἔτι νέου, ἀρχὴν εἶναι τοῦθʼ ὁ Ἀννίβας ἐφʼ ἑαυτὸν ἡγούμενος, καὶ νομίζων οἱ τὸ ἀσφαλὲς ἐκ τῶν τῆς πατρίδος φόβων περιέσεσθαι, ἐς πόλεμον αὐτοὺς μέγαν ἐμβαλεῖν ἐπενόει. ὑπολαβὼν δʼ, ὥσπερ ἦν, τὸ Ῥωμαίοις ἐπιχειρῆσαι χρόνιόν τε Καρχηδονίοις ἔσεσθαι, καὶ μεγάλην αὐτῷ δόξαν, εἰ καὶ τύχοι πταίσας, τό γε ἐγχείρημα οἴσειν, λεγόμενος δὲ καὶ ὑπὸ τοῦ πατρὸς ἐπὶ βωμῶν ἔτι παῖς ὁρκωθῆναι Ῥωμαίοις ἐπιβουλεύων οὔ ποτʼ ἐκλείψειν, ἐπενόει παρὰ τὰς σπονδὰς τὸν Ἴβηρα διαβῆναι, καὶ παρεσκεύαζέ τινας ἐς πρόφασιν κατηγορεῖν Ζακανθαίων. γράφων τε ταῦτα συνεχῶς ἐς Καρχηδόνα, καὶ προστιθεὶς ὅτι Ῥωμαῖοι κρύφα τὴν Ἰβηρίαν αὐτῶν ἀφιστᾶσιν, ἔτυχε παρὰ Καρχηδονίων πράσσειν ὅ τι δοκιμάσειεν. ὁ μὲν δὴ τὸν Ἴβηρα διαβὰς τὴν Ζακανθαίων πόλιν ἡβηδὸν διέφθειρε, Ῥωμαίοις δὲ καὶ Καρχηδονίοις ἐπὶ τῷδε ἐλέλυντο αἱ σπονδαὶ αἱ γενόμεναι αὐτοῖς μετὰ τὸν πόλεμον τὸν ἐν Σικελίᾳ.
 
Ἀννίβας δὲ ὅσα μὲν αὐτὸς καὶ οἱ μετʼ αὐτὸν ἄλλοι Καρχηδονίων τε καὶ Ῥωμαίων στρατηγοὶ περὶ Ἰβηρίαν ἔπραξαν, ἡ Ἰβηρικὴ γραφὴ δηλοῖ· ἐπιλεξάμενος δὲ Κελτιβήρων τε καὶ Λιβύων καὶ ἑτέρων ἐθνῶν ὅτι πλείστους, καὶ τὰ ἐν Ἰβηρίᾳ παραδοὺς Ἀσδρούβᾳ τῷ ἀδελφῷ, τὰ Πυρηναῖα ὄρη διέβαινεν ἐς τὴν Κελτικὴν τὴν νῦν λεγομένην Γαλατίαν, ἄγων πεζοὺς ἐνακισμυρίους καὶ ἱππέας ἐς δισχιλίους ἐπὶ μυρίοις καὶ ἐλέφαντας ἑπτὰ καὶ τριάκοντα. Γαλατῶν δὲ τοὺς μὲν ὠνούμενος, τοὺς δὲ πείθων, τοὺς δὲ καὶ βιαζόμενος, διώδευε τὴν χώραν. ἐλθὼν δὲ ἐπὶ τὰ Ἄλπεια ὄρη, καὶ μηδεμίαν μήτε δίοδον μήτε ἄνοδον εὑρών (ἀπόκρημνα γάρ ἐστιν ἰσχυρῶς), ἐπέβαινε κἀκείνοις ὑπὸ τόλμης, κακοπαθῶν χιονος τε πολλῆς οὔσης καὶ κρύους, τὴν μὲν ὕλην τέμνων τε καὶ κατακαίων, τὴν δὲ τέφραν σβεννὺς ὕδατι καὶ ὄξει, καὶ τὴν πέτραν ἐκ τοῦδε ψαφαρὰν γιγνομένην σφύραις σιδηραῖς θραύων, καὶ ὁδὸν ποιῶν ἣ καὶ νῦν ἐστιν ἐπὶ τῶν ὀρῶν ἐντριβὴς καὶ καλεῖται δίοδος Ἀννίβου. τῶν δὲ τροφῶν αὐτὸν ἐπιλειπουσῶν ἠπείγετο μέν, ἔτι λανθάνων ὅτι καὶ πάρεστιν ἐς τὴν Ἰταλίαν, ἕκτῳ δὲ μόλις ἀπὸ τῆς ἐξ Ἰβήρων ἀναστάσεως μηνί, πλείστους ἀποβαλών, ἐς τὸ πεδίον ἐκ τῶν ὀρῶν κατέβαινε.
 
καὶ μικρὸν ἀναπαύσας προσέβαλε Ταυρασίᾳ, πόλει Κελτικῇ. κατὰ κράτος δὲ αὐτὴν ἐξελών, τοὺς μὲν αἰχμαλώτους ἔσφαξεν ἐς κατάπληξιν τῆς ἄλλης Κελτικῆς, ἐπὶ δὲ ποταμὸν Ἠριδανὸν τὸν νῦν Πάδον λεγόμενον ἐλθών, ἔνθα Ῥωμαῖοι Κελτοῖς τοῖς καλουμένοις Βοιοῖς ἐπολέμουν, ἐστρατοπέδευσεν. ὁ δʼ ὕπατος ὁ Ῥωμαίων Πόπλιος Κορνήλιος Σκιπίων, Καρχηδονίοις ἐν Ἰβηρίᾳ πολεμῶν, ἐπεὶ τῆς ἐσβολῆς Ἀννίβου τῆς ἐς τὴν Ἰταλίαν ἐπύθετο, τὸν ἀδελφὸν καὶ ὅδε Γναῖον Κορνήλιον Σκιπίωνα ἐπὶ τοῖς ἐν Ἰβηρίᾳ πράγμασι καταλιπὼν διέπλευσεν ἐς Τυρρηνίαν, ὅθεν ὁδεύων τε καὶ συμμάχους ὅσους δύναιτο ἀγείρων ἔφθασεν ἐπὶ τὸν Πάδον Ἀννίβαν. καὶ Μάλλιον μὲν καὶ Ἀτίλιον, οἳ τοῖς Βοιοῖς ἐπολέμουν, ἐς Ῥώμην ἔπεμψεν ὡς οὐ δέον αὐτοὺς ἔτι στρατηγεῖ ὑπάτου παρόντος, αὐτὸς δὲ τὸν στρατὸν παραλαβὼν ἐς μάχην ἐξέτασσε πρὸς Ἀννίβαν. καὶ γενομένης ἀκροβολίας τε καὶ ἱππομαχίας, οἱ Ῥωμαῖοι κυκλωθέντες ὑπὸ τῶν Λιβύων ἔφευγον ἐς τὸ στρατόπεδον, καὶ νυκτὸς ἐπιγενομένης ἐς Πλακεντίαν ἀνεχώρουν ἀσφαλῶς τετειχισμένην, τὸν Πάδον ἐπὶ γεφυρῶν περάσαντές τε καὶ λύσαντες τὰς γεφύρας. τὸν μὲν οὖν ποταμὸν καὶ ὁ Ἀννίβας ζεύξας ἐπέρα,
 
τὸ δʼ ἔργον εὐθὺς τόδε, πρῶτον ἢ δεύτερον ἐπὶ τῇ τῶν Ἀλπείων ὀρῶν διαβάσει, παρὰ τοῖς ἐπέκεινα Κελτοῖς ἐξῇρε τὸν Ἀννίβαν ὡς ἄμαχον στρατηγὸν καὶ τύχῃ λαμπρᾷ χρώμενον. ὁ δέ, ὡς ἐν βαρβάροις τε καὶ τεθηπόσιν αὐτόν, καὶ διʼ ἄμφω δυναμένοις ἀπατᾶσθαι, τὴν ἐσθῆτα καὶ τὴν κόμην ἐνήλασσε συνεχῶς ἐσκευασμέναις ἐπινοίαις· καὶ αὐτὸν οἱ Κελτοὶ περιιόντα τὰ ἔθνη πρεσβύτην ὁρῶντες, εἶτα νέον, εἶτα μεσαιπόλιον, καὶ συνεχῶς ἕτερον ἐξ ἑτέρου, θαυμάζοντες ἐδόκουν θειοτέρας φύσεως λαχεῖν.
 
Σεμπρώνιος δʼ ὁ ἕτερος ὕπατος, ἐν Σικελίᾳ τότε ὢν καὶ πυθόμενος, διέπλευσε πρὸς τὸν Σκιπίωνα, καὶ τεσσαράκοντα σταδίους αὐτοῦ διασχὼν ἐστρατοπέδευσεν. καὶ τῆς ἐπιούσης ἔμελλον ἅπαντες ἐς μάχην ἥξειν. ποταμὸς δʼ ἦν ἐν μέσῳ Τρεβίας, ὃν Ῥωμαῖοι πρὸ ἕω, χειμερίου τε τῆς τροπῆς οὔσης καὶ ὑετοῦ καὶ κρύους, ἐπέρων βρεχόμενοι μέχρι τῶν μαστῶν. Ἀννίβας δὲ καὶ ἐς δευτέραν ὥραν ἀνέπαυσε τὴν στρατιάν, καὶ τότε ἐξῆγεν.
 
παράταξις δʼ ἦν ἑκατέρων τὰ κέρατα κατεῖχον, ἀμφὶ τὴν φάλαγγα τῶν πεζῶν. Ἀννίβας δὲ τοῖς μὲν ἱππεῦσιν ἀντέταξε τοὺς ἐλέφαντας, τῇ δὲ φάλαγγι τοὺς πεζούς· τοὺς δὲ ἱππέας ἐκέλευσεν ὀπίσω τῶν ἐλεφάντων ἀτρεμεῖν ἕως αὐτός τι σημήνῃ. γενομένων δʼ ἐν χερσὶ πάντων, οἱ μὲν Ῥωμαίων ἵπποι τοὺς ἐλέφαντας, οὐ φέροντες αὐτῶν οὔτε τὴν ὄψιν οὔτε τὴν ὀδμήν, ἔφευγον· οἱ δὲ πεζοί, καίπερ ὑπὸ τοῦ κρύους καὶ τοῦ ποταμοῦ καὶ τῆς ἀγρυπνίας τετρυμένοι τε καὶ μαλακοὶ ὄντες, ὅμως ὑπὸ τόλμης τοῖς θηρίοις ἐπεπήδων καὶ ἐτίτρωσκον αὐτά, καὶ τινῶν καὶ τὰ νεῦρα ὑπέκοπτον, καὶ τοὺς πεζοὺς ἐνέκλινον ἤδη. θεασάμενος δʼ ὁ Ἀννίβας ἐσήμηνε τὴν ἵππον κυκλοῦσθαι τοὺς πολεμίους. ἐσκεδασμένων δʼ ἄρτι τῶν Ῥωμαϊκῶν ἱππέων διὰ τὰ θηρία καὶ τῶν πεζῶν μόνων τε ὄντων καὶ κακοπαθούντων καὶ δεδιότων τὴν περικύκλωσιν, φυγὴ πανταχόθεν ἦν ἐς τὰ στρατόπεδα. καὶ ἀπώλλυντο οἱ μὲν ὑπὸ τῶν ἱππέων καταλαμβανόντων ἅτε πεζούς, οἱ δὲ ὑπὸ τοῦ ποταμοῦ παραφέροντος· τοῦ γὰρ ἡλίου τὴν χιόνα τήξαντος ὁ ποταμὸς ἐρρύη μέγας, καὶ οὔτε στῆναι διὰ τὸ βάθος οὔτε νεῖν διὰ τὰ ὅπλα ἐδύναντο. Σκιπίων δὲ αὐτοῖς ἑπόμενος καὶ παρακαλῶν ὀλίγου μὲν ἐδέησε τρωθεὶς διαφθαρῆναι, μόλις δʼ ἐς Κρεμῶνα διεσώθη φερόμενος. ἐπίνειον δὲ ἦν τι βραχὺ Πλακεντίας, ᾧ προσβαλὼν ὁ Ἀννίβας ἀπώλεσε τετρακοσίους καὶ αὐτὸς ἐτρώθη. καὶ ἀπὸ τοῦδε πάντες ἐχείμαζον, Σκιπίων μὲν ἐν Κρεμῶνι καὶ Πλακεντίᾳ, Αννίβας δὲ περὶ Πάδον.
 
οἱ δʼ ἐν ἄστει Ῥωμαῖοι πυθόμενοι, καὶ τρίτον ἤδη πταίοντες περὶ Πάδον ἥττηντο γὰρ δὴ καὶ ὑπὸ Βοιῶν πρὸ Ἀννίβου), στρατιάν τε παρʼ αὑτῶν ἄλλην κατέλεγον, σὺν τοῖς οὖσι περὶ τὸν Πάδον ὡς εἶναι τρισκαίδεκα τέλη, καὶ τοῖς συμμάχοις ἑτέραν διπλασίονα ταύτης ἐπήγγελλον. ἤδη δὲ αὐτοῖς τὸ τέλος εἶχε πεζοὺς πεντακισχιλίους καὶ ἱππέας τριακοσίους. καὶ τούτων τοὺς μὲν ἐς Ἰβηρίαν ἔπεμπον, τοὺς δʼ ἐς Σαρδόνα κἀκείνην πολεμουμένην, τοὺς δʼ ἐς Σικελίαν. τὰ πλέονα δʼ ἦγον ἐπὶ τὸν Ἀννίβαν οἱ μετὰ Σκιπίωνα καὶ Σεμπρώνιον αἱρεθέντες ὕπατοι, Σερουίλιός τε Γναῖος καὶ Γάιος Φλαμίνιος. ὧν ὁ μὲν Σερουίλιος ἐπὶ τὸν Πάδον ἐπειχθεὶς τὴν στρατηγίαν ἐκδέχεται παρὰ τοῦ Σκιπίωνος (ὁ δὲ Σκιπίων ἀνθύπατος αἱρεθεὶς ἐς Ἰβηρίαν διέπλευσε), Φλαμίνιος δὲ τρισμυρίοις τε πεζοῖς καὶ τρισχιλίοις ἱππεῦσι τὴν ἐντὸς Ἀπεννίνων ὀρῶν Ἰταλίαν ἐφύλασσεν, ἣν καὶ μόνην ἄν τις εἴποι κυρίως Ἰταλίαν. τὰ γὰρ Ἀπεννῖνα κατέρχεται μὲν ἐκ μέσων τῶν Ἀλπείων ἐπὶ θάλασσαν, ἔστι δʼ αὐτῶν τὰ μὲν ἐπὶ δεξιὰ πάντα καθαρῶς Ἰταλία, τὰ δὲ ἐπὶ θάτερα ἐς τὸν Ἰόνιον φθάνοντα νῦν μέν ἐστι καὶ ταῦτα Ἰταλία, ὅτι καὶ Τυρρηνία νῦν Ἰταλία, οἰκοῦσι δʼ αὐτῶν τὰ μὲν Ἕλληνες, ἀμφὶ τὴν Ἰόνιον ἀκτήν, τὰ δὲ λοιπὰ Κελτοί, ὅσοι τῇ Ῥώμῃ τὸ πρῶτον ἐπιθέμενοι τὴν πόλιν ἐνέπρησαν. ὅτε γὰρ αὐτοὺς ἐξελαύνων Κάμιλλος ἐδίωκε μέχρι τῶν Ἀπεννίνων ὀρῶν, ἐμοὶ δοκοῦσιν ὑπερβάντες αὐτά, ἀντὶ ἠθῶν τῶν ἰδίων, παρὰ τὸν Ἰόνιον οἰκῆσαι· καὶ τὸ μέρος τῆς χώρας ἔτι νῦν οὕτω καλοῦσιν, Ἰταλίαν Γαλατικήν.
 
Ῥωμαῖοι μὲν δὴ μεγάλοις στρατοῖς ἐς πολλὰ ὁμοῦ διῄρηντο· Ἀννίβας δὲ τούτων αἰσθόμενος, ἅμα τῷ ἦρι, τοὺς ἄλλους λαθὼν ἐδῄου τὴν Τυρρηνίαν καὶ προύβαινεν ἐς τὸ μέρος τὸ ἐπὶ Ῥώμης. οἱ δὲ πλησιάζοντος αὐτοῦ πάνυ ἔδεισαν, οὐ παρούσης σφίσιν ἀξιομάχου δυνάμεως. ἐστράτευον δὲ ὅμως ἐκ τῶν ὑπολοίπων ὀκτακισχιλίους, καὶ Κεντήνιον αὐτοῖς τινὰ τῶν ἐπιφανῶν ἰδιωτῶν, οὐδεμιᾶς ἀρχῆς παρούσης, ἐπέστησάν τε καὶ ἐξέπεμπον ἐς Ὀμβρικοὺς ἐς τὴν Πλειστινην λίμνην, τὰ στενὰ προληψόμενον, ᾗ συντομώτατόν ἐστιν ἐπὶ τὴν Ῥώμην. ἐν δὲ τούτῳ καὶ Φλαμίνιος ὁ τοῖς τρισμυρίοις τὴν ἐντὸς Ἰταλίαν φυλάσσων, αἰσθόμενος τῆς σπουδῆς Ἀννίβου, μετέβαινεν ὀξέως, οὐ διαναπαύων τὴν στρατιάν. δέει τε περὶ τῆς πόλεως, καὶ αὐτὸς ὢν ἀπειροπόλεμός τε καὶ ἐς τὴν ἀρχὴν ἀπὸ δημοκοπίας ᾑρημένος, ἠπείγετο Ἀννίβᾳ συμπλεκῆναι.
 
ὁ δὲ αἰσθόμενος αὐτοῦ τῆς τε ὁρμῆς καὶ ἀπειρίας, ὄρος μέν τι καὶ λίμνην προυβάλετο πρὸ ἑαυτοῦ, ψιλοὺς δὲ καὶ ἱππέας ἐς φάραγγα ἀποκρύψας ἐστρατοπέδευεν. καὶ αὐτὸν ὁ Φλαμίνιος κατιδὼν ἅμα ἕῳ σμικρὸν μέν τι διέτριψε, τὸν στρατὸν ἀναπαύων ἐξ ὁδοιπορίας καὶ χαρακοποιούμενος, μετὰ δὲ τοῦτο ἐξῆγεν εὐθὺς ἐπὶ τὴν μάχην αὔους ὄντας ὑπʼ ἀγρυπνίας καὶ κόπου. τῆς δʼ ἐνέδρας ἐκφανείσης ἐν μέσῳ ληφθεὶς τοῦ τε ὄρους καὶ τῆς λίμνης καὶ τῶν ἐχθρῶν αὐτός τε ἀνῃρέθη καὶ σὺν αὐτῷ δισμύριοι. τοὺς δὲ λοιποὺς ἔτι μυρίους, ἔς τινα κώμην ὀχυρὰν συμφυγόντας, Μαάρβαλ ὁ ὑποστράτηγος Ἀννίβου, μεγίστην καὶ ὅδε ἐπὶ στρατηγίᾳ δόξαν ἔχων, οὐ δυνάμενος ἑλεῖν εὐχερῶς, οὐδὲ ἀξιῶν ἀπεγνωκόσι μάχεσθαι, ἔπεισε τὰ ὅπλα ἀποθέσθαι, συνθέμενος ἀπολύσειν ὅπῃ θέλοιεν. ὡς δὲ ἀπέθεντο, λαβὼν ἦγεν αὐτοὺς πρὸς τὸν Ἀννίβαν γυμνούς. ὁ δʼ οὐ φάμενος εἶναι κύριον χωρὶς αὑτοῦ ταῦτα συνθέσθαι τὸν Μαάρβαλ, τοὺς μὲν ἐκ τῶν συμμάχων φιλανθρωπευσάμενος ἀπέλυσεν ἐς τὰ ἑαυτῶν, θηρεύων τῇ φιλανθρωπίᾳ τὰς πόλεις, ὅσοι δὲ Ῥωμαίων ἦσαν, εἶχε δήσας. τὴν δὲ λείαν τοῖς συστρατεύουσι Κελτοῖς ἀποδόμενος, ἵνα καὶ τούσδε θεραπεύσειε τῷ κέρδει, προύβαινεν ἐς τὸ πρόσθεν, αἰσθομένου μὲν ἤδη τῶν γιγνομένων τοῦ περὶ Πάδον στρατηγοῦ Σερουιλίου, καὶ τετρακισμυρίοις ἐπὶ Τυρρηνίας ἐπειγομένου, Κεντηνίου δὲ ἤδη τοῖς ὀκτακισχιλίοις τὰ στενὰ προειληφότος.
 
Ἀννίβας δὲ ἐπειδὴ τήν τε λίμνην εἶδε τὴν Πλειστίνην καὶ τὸ ὄρος τὸ ὑπὲρ αὐτήν, καὶ τὸν Κεντήνιον ἐν μέσῳ κρατοῦντα τῆς διόδου, τοὺς ἡγεμόνας τῶν ὁδῶν ἐξήταζεν εἴ τις εἴη περίοδος. οὐδεμίαν δὲ φαμένων εἶναι τρίβον, ἀλλʼ ἀπόκρημνα πάντα καὶ φαραγγώδη, διʼ αὐτῶν ὅμως ἔπεμπε τοὺς ψιλοὺς νύκτωρ τὸ ὄρος περιιέναι, καὶ Μαάρβαλ μετʼ αὐτῶν. τεκμηράμενος δʼ ὅτε δύναιντο περιελθεῖν, προσέβαλε τῷ Κεντηνίῳ κατὰ μέτωπον. καὶ συνεστώτων ἑκατέρων, πάνυ προθύμως ὁ Μαάρβαλ ἐκ κορυφῆς ἄνωθεν ὤφθη τε καὶ ἠλάλαξεν. Ῥωμαίων δʼ εὐθὺς ἦν φυγὴ καὶ φόνος κεκυκλωμένων, καὶ τρισχίλιοι μὲν ἔπεσον ὀκτακόσιοι δʼ ἐλήφθησαν· οἱ δὲ λοιποὶ μόλις διέφυγον. πυθόμενοι δὲ οἱ ἐν ἄστει, καὶ δείσαντες μὴ εὐθὺς ἐπὶ τὴν πόλιν ὁ Ἀννίβας ἔλθοι, τό τε τεῖχος ἐπλήρουν λίθων καὶ τοὺς γέροντας ὥπλιζον, ὅπλων μὲν ἀποροῦντες, τὰ δὲ λάφυρα ἐκ τῶν ἱερῶν καταφέροντες, ἃ ἐκ πολέμων ἄλλων κόσμος αὐτοῖς περιέκειτο· δικτάτορά τε, ὡς ἐν κινδύνῳ, Φάβιον εἵλοντο Μάξιμον.
 
Ἀννίβας δέ, θεοῦ παράγοντος αὐτόν, ἐπὶ τὸν Ἰόνιον αὖθις ἐτράπη, καὶ τὴν παράλιον ὁδεύων ἐπόρθει, λείαν τε περιήλαυνε πολλήν. Σερουίλιος δʼ ὕπατος ἀντιπαριὼν αὐτῷ κατῇρεν ἐς Ἀρίμινον, ἀπέχων Ἀννίβου μίαν ἡμέραν· ἔνθα τὴν στρατιὰν συνεῖχε καὶ τοὺς ἔτι φίλους Κελτῶν ἀπεθάρρυνεν, ἕως ἀφικόμενος Φάβιος Μάξιμος ὁ δικτάτωρ Σερουίλιον μὲν ἐς Ῥώμην ἔπεμπεν ὡς οὔτε ὕπατον οὔτε στρατηγὸν ἔτι ὄντα δικτάτορος ᾑρημένου, αὐτὸς δὲ τῷ Ἀννίβᾳ παρακολουθῶν ἐς μὲν χεῖρας οὐκ ᾔει, πολλάκις ἐκείνου προκαλουμένου, πολιορκεῖν δʼ οὐδένα εἴα, παραφυλάσσων καὶ ἐπικείμενος. ὁ δέ, τῆς χώρας ἐξαναλωμένης, τροφῶν ἠπόρει, καὶ αὐτὴν αὖθις περιιὼν ἑκάστης ἡμέρας ἐξέτασσε, προκαλούμενος ἐς μάχην. Φάβιος δʼ οὐ συνεπλέκετο, καταγιγνώσκοντος αὐτοῦ Μινουκίου Ῥούφου, ὃς ἵππαρχος μὲν ἦν αὐτῷ, ἔγραφε δʼ ἐς Ῥώμην τοῖς φίλοις ὡς ὀκνοίη Φάβιος ὑπὸ δειλίας. διαδραμόντος δʼ ἐς Ῥώμην ἐπὶ θυσίας τινὰς τοῦ Φαβίου, ὁ Μινούκιος ἡγούμενος τοῦ στρατοῦ συνεπλέκη τινὰ μάχην τῷ Ἀννίβᾳ, καὶ δόξας πλέον ἔχειν θρασύτερον ἐς Ῥώμην ἐπέστελλε τῇ βουλῇ, τὸν Φάβιον αἰτιώμενος οὐκ ἐθέλοντα νικῆσαι. καὶ ἡ βουλή, ἐπανεληλυθότος ἐς τὸ στρατόπεδον ἤδη τοῦ Φαβίου, ἴσον ἰσχύειν αὐτῷ τὸν ἵππαρχον ἀπέφηνεν.
 
οἱ μὲν δὴ μερισάμενοι τὴν στρατιὰν πλησίον ἀλλήλων ἐστρατοπέδευον, καὶ τῆς γνώμης ἑκάτερος εἴχοντο τῆς ἑαυτοῦ, Φάβιος μὲν ἐκτρύχειν Ἀννίβαν τῷ χρόνῳ καὶ πειρᾶσθαι μηδὲν ὑπʼ αὐτοῦ παθεῖν, ὁ δὲ Μινούκιος μάχῃ διακριθῆναι. συνιόντος δὲ ἐς μάχην τοῦ Μινουκίου, Φάβιος τὸ μέλλον ἔσεσθαι προορῶν ἐν μέσῳ τὴν στρατιὰν ἀτρεμοῦσαν ἔστησε τὴν ἑαυτοῦ, καὶ τοὺς τοῦ Μινουκίου τραπέντας ἀνελάμβανε, τοὺς δʼ Ἀννίβου διώκοντας ἀπεκρούετο. καὶ Φάβιος μὲν ὧδε τὴν συμφορὰν ἐπεκούφισε τῷ Μινουκίῳ, οὐδὲν ἐπιμηνίσας τῆς διαβολῆς· ὁ δὲ Μινούκιος αὑτοῦ καταγνους ἀπειρίαν ἀπέθετο τὴν ἀρχήν, καὶ τὸ μέρος τοῦ στρατοῦ παρέδωκε τῷ Φαβίῳ, ἡγουμένῳ πρὸς ἄνδρα τεχνίτην μάχης ἕνα καιρὸν εἶναι τὴν ἀνάγκην. οὗ δὴ καὶ ὁ Σεβαστὸς ὕστερον πολλάκις ἐμέμνητο, οὐκ ὢν εὐχερὴς οὐδʼ οὗτος ἐς μάχας μᾶλλον τόλμῃ ἢ τέχνῃ χρῆσθαι. Φάβιος μὲν οὖν αὖθις ὁμοίως ἐφύλασσε τὸν Ἀννίβαν, καὶ τὴν χώραν πορθεῖν ἐκώλυεν, οὐ συμπλεκόμενος αὐτοῦ τῷ στρατῷ παντί, τοῖς δʼ ἀποσκιδναμένοις μόνοις ἐπιτιθέμενος, καὶ σαφῶς εἰδὼς ἀπορήσοντα τροφῶν αὐτίκα τὸν Ἀννίβαν.
 
στενῆς δὲ διόδου πλησιαζούσης, ὁ μὲν Ἀννίβας αὐτὴν οὐ προείδετο, Φάβιος δὲ προπέμψας τετρακισχιλίους κατέλαβε, καὶ τοῖς λοιποῖς αὐτὸς ἐπὶ θάτερα ἐστρατοπέδευεν ἐπὶ λόφου καρτεροῦ. ὁ δὲ Ἀννίβας ὡς ᾔσθετο ληφθεὶς ἐν μέσῳ Φαβίου τε καὶ τῶν στενῶν φυλασσομένων, ἔδεισε μὲν ὡς οὔ ποτε πρότερον· οὐ γὰρ εἶχε διέξοδον, ἀλλὰ πάντα ἦν ἀπόκρημνα καὶ δύσβατα, οὐδʼ ἤλπιζε Φάβιον ἢ τοὺς ἐπὶ τῶν στενῶν βιάσεσθαι διὰ τὴν τῶν χωρίων ὀχυρότητα. ὧδε δʼ ἔχων ἀπορίας τοὺς μὲν αἰχμαλώτους ἐς πεντακισχιλίους ὄντας κατέσφαξεν, ἵνα μὴ ἐν τῷ κινδύνῳ νεωτερίσειαν, βοῦς δὲ ὅσας εἶχεν ἐν τῷ στρατοπέδῳ (πολὺ δὲ πλῆθος ἦν), τοῖς κέρασιν αὐτῶν δᾷδας περιέθηκε, καὶ νυκτὸς ἐπιγενομένης τὰς δᾷδας ἐξάψας τὸ λοιπὸν ἐν τῷ στρατοπέδῳ πῦρ ἔσβεσε, καὶ σιγὴν βαθεῖαν ἔχειν παρήγγειλε, τοῖς δʼ εὐτολμοτάτοις τῶν νέων ἐκέλευσε τὰς βοῦς ἐλαύνειν μετὰ σπουδῆς ἄνω πρὸς τὰ ἀπόκρημνα, ἃ ἦν ἐν μέσῳ τοῦ τε Φαβίου καὶ τῶν στενῶν. αἱ δʼ ὑπό τε τῶν ἐλαυνόντων ἐπειγόμεναι, καὶ τοῦ πυρὸς ἐκκαίοντος αὐτάς, ἀνεπήδων ἐπὶ τοὺς κρημνοὺς ἀφειδῶς καὶ βιαίως, εἶτα κατέπιπτον καὶ αὖθις ἀνεπήδων.
 
Ῥωμαῖοι δὲ οἱ ἑκατέρωθεν, ὁρῶντες ἐν μὲν τῷ Ἀννίβου στρατοπέδῳ σιγὴν καὶ σκότον, ἐν δὲ τοῖς ὄρεσι πῦρ πολὺ καὶ ποικίλον, οὐκ ἔχοντες ὡς ἐν νυκτὶ τὸ γιγνόμενον ἀκριβῶς ἐπινοῆσαι, ὁ μὲν Φάβιος εἴκαζεν εἶναί τι στρατήγημα τοῦτο Ἀννίβου, καὶ συνεῖναι μὴ δυνάμενος ἀτρέμα συνεῖχε τὴν στρατιάν, τὴν νύκτα ὑφορώμενος· οἱ δʼ ἐν τοῖς στενοῖς ὑπέλαβον, ἅπερ ἤθελεν ὁ Ἀννίβας, φεύγειν αὐτὸν ὡς ἐν ἀπόροις, ἄνω διὰ τῶν κρημνῶν βιαζόμενον, καὶ μετεπήδων ἐπὶ τὴν φαντασίαν τοῦ πυρὸς καταθέοντες ὡς ἐκεῖ ληψόμενοι τὸν Ἀννίβαν κακοπαθοῦντα. ὁ δὲ ὡς εἶδε καταβάντας αὐτοὺς ἐκ τῶν στενῶν, διέδραμεν ἐς αὐτὰ τοῖς ταχυτάτοις ἄνευ φωτὸς μετὰ σιωπῆς, ἵνα διαλάθοι, καταλαβὼν δὲ αὐτὰ καὶ κρατυνάμενος ἐσήμηνε τῇ σάλπιγγι· καὶ τὸ στρατόπεδον ἀντεβόησεν αὐτῷ, καὶ πῦρ αἰφνίδιον ἐξέφηναν. Ῥωμαῖοι μὲν δὴ τότε ᾔσθοντο τῆς ἀπάτης, ὁ δὲ στρατὸς ὁ ἄλλος Ἀννίβου καὶ οἱ τὰς βοῦς ἐλαύνοντες ἐπὶ τὰ στενὰ ἀδεῶς διέδραμον. καὶ αὐτοὺς συναγαγὼν ἀπῇρεν ἐς τὸ πρόσω. οὕτω μὲν ἐξ ἀέλπτου τότε ὁ Ἀννίβας αὐτός τε περιῆν καὶ τὸν στρατὸν περιέσωζε, καὶ ἐς Γερωνίαν τῆς Ἰαπυγίας ἐπειχθείς, ἣ σίτου πλήρης ἦν, ἐξεῖλεν αὐτήν, καὶ ἐν ἀφθόνοις ἀδεῶς ἐχείμαζεν.
 
ὁ δὲ Φάβιος καὶ τότε τῆς αὐτῆς γνώμης ἐχόμενος εἵπετο, καὶ τῆς Γερωνίας ἀποσχὼν δέκα σταδίους ἐστρατοπέδευε, λαβὼν ἐν μέσῳ ποταμὸν Αὔφιδον. ληγόντων δὲ αὐτῷ τῶν ἓξ μηνῶν ἐφʼ οὓς αἱροῦνται Ῥωμαῖοι τοῦς δικτάτορας, οἱ μὲν ὕπατοι Σερουίλιός τε καὶ Ἀτίλιος ἐπὶ τὰς ἑαυτῶν ἀρχὰς ἐπανῄεσαν, καὶ ἦλθον ἐπὶ τὸ στρατόπεδον, καὶ ὁ Φάβιος ἐς Ῥώμην ἀπῄει, γίγνονται δέ τινες ἐν τῷδε τῷ χειμῶνι Ἀννίβᾳ καὶ Ῥωμαίοις ἀκροβολισμοὶ συνεχεῖς ἐς ἀλλήλους· καὶ τὰ Ῥωμαίων ἐπικυδέστερα καὶ εὐθαρσέστερα ἦν. ὁ δʼ Ἀννίβας ἐπέστελλε μὲν ἀεὶ τὰ γιγνόμενα Καρχηδονίοις ὑπερεπαίρων, τότε δὲ ἀπολωλότων αὐτῷ πολλῶν ἠπόρει, καὶ στρατιὰν ᾔτει καὶ χρήματα. οἱ δὲ ἐχθροὶ πάντα ἐπισκώπτοντες τὰ Ἀννίβου, καὶ τότε ὑπεκρίνοντο ἀπορεῖν ὅτι, τῶν νικώντων οὐκ αἰτούντων χρήματα ἀλλὰ πεμπόντων ἐς τὰς πατρίδας, ὁ Ἀννίβας αἰτοίη, λέγων νικᾶν. οἷς οἱ Καρχηδόνιοι πεισθέντες οὔτε στρατιὰν ἔπεμπον οὔτε χρήματα. καὶ ὁ Ἀννίβας ταῦτʼ ὀδυρόμενος ἔγραφεν ἐς Ἰβηρίαν Ἀσδρούβᾳ τῷ ἀδελφῷ, παρακαλῶν αὐτὸν ἀρχομένου θέρους μεθʼ ὅσης δύναιτο στρατιᾶς καὶ χρημάτων ἐσβαλεῖν ἐς τὴν Ἰταλίαν, καὶ πορθεῖν αὐτῆς τὰ ἐπέκεινα, ἵνα δῃῷτο πᾶσα καὶ Ῥωμαῖοι κάμνοιεν ὑπʼ αὐτῶν ἑκατέρωθεν.
 
καὶ τάδε μὲν ἦν περὶ Ἀννίβαν, Ῥωμαῖοι δὲ τῷ τε μεγέθει τῆς ἥττης τῆς Φλαμινίου καὶ Κεντηνίου περιαλγοῦντες ὡς ἀνάξια σφῶν καὶ παράλογα καὶ ἀθρόα παθόντες, καὶ τὸν πόλεμον ὅλως οὐ φέροντες ἔνδον ὄντα παρʼ ἑαυτοῖς, ἄλλα τε κατέλεγον ἐκ Ῥώμης τέλη στρατιωτῶν τέσσαρα μετʼ ὀργῆς ἐπὶ τὸν Ἀννίβαν, καὶ τοὺς συμμάχους πανταχόθεν ἤγειρον ἐς Ἰαπυγίαν. ὑπάτους τε αἱροῦνται ἐκ μὲν δόξης πολεμικῆς Λεύκιον Αἰμίλιον τὸν Ἰλλυριοῖς πολεμήσαντα, ἐκ δὲ δημοκοπίας Τερέντιον Οὐάρρωνα, πολλὰ αὐτοῖς ἐκ τῆς συνήθους δοξοκοπίας ὑπισχνούμενον. καὶ αὐτοὺς παραπέμποντες ἐξιόντας ἐδέοντο κρῖναι τὸν πόλεμον μάχῃ, καὶ μὴ τὴν πόλιν ἐκτρύχειν χρόνῳ τε καὶ στρατείαις συνεχέσι καὶ ἐσφοραῖς καὶ λιμῷ καὶ ἀργίᾳ τῆς γῆς δῃουμένης. οἱ δὲ τὴν στρατιὰν τὴν ἐν Ἰαπυγίᾳ προσλαβόντες, καὶ τὸ σύμπαν ἔχοντες πεζοὺς μὲν ἑπτακισμυρίους ἱππέας δʼ ἑξακισχιλίους, ἐστρατοπέδευον ἀμφὶ κώμῃ τινὶ καλουμένῃ Κάνναις. καὶ ὁ Ἀννίβας αὐτοῖς ἀντεστρατοπέδευεν. φύσει δὲ ὢν φιλοπόλεμος ὁ Ἀννίβας καὶ οὔ ποτε φέρων ἀργίαν, τότε μάλιστα τῆς ἀπορίας αὐτὸν ἐνοχλούσης ἐξέτασσε συνεχῶς ἐς μάχην, δεδιὼς μὴ οἱ μισθοφόροι μετάθοιντο διὰ τὴν ἀμισθίαν ἢ σκεδασθεῖεν ἐπὶ συλλογὴν ἀγορᾶς. καὶ ὁ μὲν οὕτω προὐκαλεῖτο τοὺς πολεμίους.
 
γνώμη δὲ τῶν ὑπάτων ἦν, Αἰμιλίου μὲν ὑπομένειν ἐκτρύχοντας Ἀννίβαν οὐ δυνησόμενον ἀντέχειν ἐπὶ πολὺ διὰ τὴν ἀπορίαν, μηδὲ διὰ χειρὸς ἔρχεσθαι γεγυμνασμένῳ πολέμοις καὶ εὐτυχίαις ἀνδρὶ καὶ στρατῷ, Τερεντίου δʼ, οἷα δημοκόπου, μνημονεύειν ὧν ὁ δῆμος ἐξιοῦσιν ἐνετέλλετο, καὶ κρῖναι τὴν μάχην ὀξέως. τούτοιν Αἰμιλίῳ μὲν προσετίθετο Σερουίλιος ὁ πέρυσιν ὕπατος ἔτι παρών, Τερεντίῳ δὲ ὅσοι τε ἀπὸ βουλῆς καὶ τῶν καλουμένων ἱππέων ἡγοῦντο τῆς στρατιᾶς. ἀντεχόντων δʼ ἔτι τῶν ἑτέρων, ὁ Ἀννίβας τοῖς χορτολογοῦσιν αὐτῶν ἢ ξυλευομένοις ἐπιτιθέμενος ὑπεκρίνετο ἡττᾶσθαι, καὶ περὶ ἐσχάτην ποτὲ φυλακὴν ἐκίνει τὸ πλῆθος ὡς ἀναζευγνύς. ὁ δὲ Τερέντιος ἰδὼν ἐξῆγε τὴν στρατιὰν ὡς ἐπὶ φεύγοντα τὸν Ἀννίβαν, ἀπαγορεύοντος αὐτῷ καὶ τότε τοῦ Αἰμιλίου. ὡς δὲ οὐκ ἔπειθεν, οἰωνίζετο ὁ Αἰμίλιος ἐφʼ ἑαυτοῦ, καθάπερ εἰώθασι, καὶ πέμψας ὁδεύοντι ἤδη τῷ Τερεντίῳ τὴν ἡμέραν ἀπαίσιον ἔλεγεν εἶναι. ὁ δʼ ἐπανῄει μέν, αἰδούμενος οἰωνοῖς ἀπειθῆσαι, τὰς δὲ κόμας ἐν ὄψει τῆς στρατιᾶς ἐτίλλετο καὶ χαλεπῶς ἔφερεν ὡς τὴν νίκην ἀφῃρνμένος ὑπὸ ζηλοτυπίας τοῦ συνάρχου. καὶ τὸ πλῆθος αὐτῷ συνηγανάκτει.
 
Αννίβου δʼ, ἐπεὶ τῆς πείρας ἐξέπιπτεν, αὐτίκα ἐς τὸ στρατόπεδον ἐπανελθόντος καὶ τὴν ὑπόκρισιν ἐκφήναντος, οὐδὲ τοῦτʼ ἐδίδασκε τὸν Τερέντιον πάνθʼ ὑπονοεῖν τὰ Ἀννίβου, ἀλλʼ ὡς εἶχεν, ἐν τοῖς ὅπλοις ἐς τὸ στρατήγιον ἐσδραμών, παρόντων ἔτι τῶν τε ἀπὸ βουλῆς καὶ ταξιάρχων καὶ χιλιάρχων, ᾐτιᾶτο περὶ τῶν οἰωνῶν τὸν Αἰμίλιον προφασίσασθαι καὶ νίκην φανερὰν ἀφελέσθαι τὴν πόλιν, ὀκνοῦντα ὑπὸ δειλίας, ἢ οἱ φθονοῦντα διὰ ζηλοτυπίαν. οὕτω δʼ αὐτοῦ βοῶντος ὑπʼ ὀργῆς ἡ στρατιὰ περιεστῶσα τὴν σκηνὴν ἐπήκουε, καὶ τὸν Αἰμίλιον ἐβλασφήμουν. ὁ δὲ πολλὰ μὲν εἶπε τοῖς ἔνδον συμφέροντα μάτην, Τερεντίῳ δέ, πλὴν Σερουιλίου, τῶν ἄλλων συντιθεμένων εἶξεν. καὶ τῆς ἐπιούσης ἐξέτασσεν αὐτὸς ἡγούμενος· παρεχώρει γὰρ ὁ Τερέντιος. Ἀννίβας δʼ ᾔσθετο, καὶ τότε μὲν οὐκ ἐπεξῆλθεν (οὐ γάρ πω πρὸς μάχην διετέτακτο), τῇ δʼ ἐπιούσῃ κατέβαινον ἐς τὸ πεδίον ἑκάτεροι, Ῥωμαῖοι μὲν ἐς τρία τεταγμένοι, μικρὸν ἀπʼ ἀλλήλων διεστῶτες, καὶ μέρος ἕκαστον αὐτῶν εἶχε τοὺς πεζοὺς ἐν μέσῳ, τοὺς δὲ ψιλοὺς καὶ ἱππέας ἑκατέρωθεν. στρατηγοὶ δʼ ἐφειστήκεσαν τῷ μέσῳ μὲν Αἰμίλιος, τῷ δὲ λαιῷ Σερουίλιος, Τερέντιος δὲ τοῖς ἐπὶ δεξιά, χιλίους ἀμφʼ αὑτὸν ἕκαστος ἔχων ἱππέας ἐπειλεγμένους, ἐπικουρεῖν ὅπῃ τι πονοίη. οὕτω μὲν ἐτάξαντο Ῥωμαῖοι·
 
ὁ δʼ Ἀννίβας πρῶτα μέν, εἰδὼς περὶ μεσημβρίαν εὖρον ζοφώδη τὸν χῶρον ἐξ ἔθους ἐπιπνέοντα, προύλαβεν ὅπῃ κατὰ νώτου τὸ πνεῦμα ἔμελλεν ἕξειν· ἔπειτα ἐς ὄρος περίφυτον καὶ φαραγγῶδες ἱππέας προενήδρευσε καὶ ψιλούς, οἷς εἴρητο, ὅταν αἱ φάλαγγες ἔργων ἔχωνται καὶ τὸ πνεῦμα ἐπίῃ, κατόπιν γίγνεσθαι τῶν πολεμίων. ἄνδρας τε πεντακοσίους Κελτίβηρας ἐπὶ τοῖς μακροῖς ξίφεσιν ὑπὸ τοῖς χιτῶσιν ἄλλα ξίφη βραχύτερα περιέζωσεν, οἷς ἔμελλεν αὐτὸς ὅτε δέοι χρῆσθαι σημανεῖν. σύμπασαν δὲ τὴν στρατιὰν κἀκεῖνος ἐς τρία διῄρει, καὶ τοὺς ἱππέας τοῖς κέρασιν ἐπέτασσεν ἐκ μεγάλων διαστημάτων, εἰ δύναιντο κυκλώσασθαι τοὺς πολεμίους. ἐπέστησε δὲ τῷ μὲν δεξιῷ Μάγωνα τὸν ἀδελφόν, τῷ δὲ ἑτέρῳ τὸν ἀδελφιδοῦν Ἄννωνα· τὸ δὲ μέσον αὐτὸς εἶχε κατὰ δόξαν Αἰμιλίου τῆς ἐμπειρίας. δισχίλιοί τε ἱππεῖς ἐπίλεκτοι παρέθεον αὐτῷ, καὶ Μαάρβαλ ἑτέρους ἔχων χιλίους ἐφήδρευεν ὅπῃ τι πονούμενον ἴδοι. καὶ τάδε πράσσων ἐς δευτέραν παρέτεινεν ὥραν, ἵνα τὸ πνεῦμα θᾶσσον ἐπέλθοι.
 
γενομένων δὲ πάντων εὐτρεπῶν ἑκατέροις, οἱ στρατηγοὶ διέθεον παρακαλοῦντες αὐτούς, καὶ ὑπεμίμνησκον οἱ μὲν γονέων τε καὶ παίδων καὶ γυναικῶν καὶ τῆς προγεγενημένης ἥττης, ὡς ἐν τῇδε τῇ μάχῃ περὶ σωτηρίας κριθησομένους, ὁ δʼ Ἀννίβας τῶν τε προγεγονότων ἐπὶ τοῖσδε τοῖς ἀνδράσι κατορθωμάτων, καὶ ὡς αἰσχρὸν ἡττᾶσθαι τῶν ἡττημένων. ἐπεὶ δʼ αἵ τε σάλπιγγες ἤχησαν καὶ αἱ φαλάγγες ἐβόησαν, πρῶτον μὲν αὐτῶν οἱ τοξόται καὶ σφενδονῆται καὶ λιθοβόλοι προδραμόντες ἐς τὸ μέσον ἀλλήλων κατῆρχον, μετὰ δὲ τούτους αἱ φάλαγγες ἐχώρουν ἐπὶ τὸ ἔργον, φόνος τε καὶ πόνος ἦν πολὺς ἐκθύμως ἀγωνιζομένων ἑκατέρων. ἐν ᾧ σημαίνει μὲν ὁ Ἀννίβας τοῖς ἱππεῦσι κυκλοῦσθαι τὰ κέρατα τῶν ἐχθρῶν, οἱ δὲ τῶν Ῥωμαίων ἱππεῖς ὀλιγώτεροι τῶν πολεμίων ὄντες ἀντιπαρῆγον αὐτοῖς, καὶ τὴν τάξιν ἐκτείναντες ἐπὶ λεπτὸν ἠγωνίζοντο ὅμως ὑπὸ προθυμίας, καὶ μάλισθʼ οἱ τὸ λαιὸν ἔχοντες ἐπὶ τῇ θαλάσσῃ. Ἀννίβας δὲ καὶ Μαάρβαλ ὁμοῦ τοὺς περὶ σφᾶς ἐπῆγον κραυγῇ ἀπλέτῳ καὶ βαρβαρικῇ, νομίσαντες ἐκπλήξειν τοὺς ἐναντίους. οἱ δὲ καὶ τούτους εὐσταθῶς καὶ ἀκαταπλήκτως ὑπέμενον.
 
Διαπιπτούσης δὲ καὶ τῆσδε τῆς πείρας, ὁ Ἀννίβας τὸ σημεῖον ἐπῆρε τοῖς Κελτίβηρσι τοῖς πεντακοσίοις. οἱ δὲ τῆς τάξεως ἐκδραμόντες ἐς τοὺς Ῥωμαίους μετετίθεντο, καὶ τὰς ἀσπίδας αὐτοῖς καὶ τὰ δόρατα καὶ τὰ ξίφη τὰ φανερὰ ὤρεγον ὥσπερ αὐτομολοῦντες. καὶ ὁ Σερουίλιος αὐτοὺς ἐπαινέσας τὰ μὲν ὅπλα αὐτῶν αὐτίκα παρεῖλεν, ἐν δὲ μόνοις, ὡς ᾤετο, τοῖς χιτῶσιν ἔστησεν ὀπίσω· οὐ γὰρ ἐδοκίμαζε καταδεῖν αὐτομόλους ἐν ὄψει πολεμίων, οὐδὲ ὑπώπτευεν ἐν χιτῶσι μόνοις ὁρῶν, οὐδὲ καιρὸς ἦν ἐν τοσῷδε πόνῳ. σπεῖραι δʼ ἕτεραι Λιβύων προσεποιήσαντο φεύγειν ἄχρι τῶν ὀρῶν, συναλαλάξασαι μέγα. σύμβολον δʼ ἦν ἡ βοὴ τοῖς ἐν ταῖς φάραγξι κεκρυμμένοις ἀναστρέφειν ἐς τοὺς διώκοντας. καὶ εὐθὺς οἵ τε ψιλοὶ καὶ ἱππεῖς ἐκ τῆς ἐνέδρας ἐξεφαίνοντο, καὶ τὸ πνεῦμα κατέβαινε πολὺ καὶ ζοφῶδες, ἐς τὰς Ῥωμαίων ὄψεις μετὰ κονιορτοῦ φερόμενον· ὃ καὶ μάλιστα αὐτοὺς ἐκώλυε προορᾶν τοὺς πολεμίους. τά τε βέλη Ῥωμαίοις μὲν πάντα ἀμβλύτερα διὰ τὴν ἀντιπνοιαν ἦν, τοῖς δὲ ἐχθροῖς ἐπιτυχῆ, τοῦ πνεύματος τὴν βολὴν συνωθοῦντος. οἱ δὲ οὔτε ἐκκλίνειν αὐτὰ προορῶντες οὔτʼ ἀφιέναι καλῶς δυνάμενοι, σφίσι τε αὐτοῖς περιπταίοντες, ἤδη ποικίλως ἐθορυβοῦντο.
 
τότε δὴ τὸν καιρὸν ὁρῶντες τὸν ἐπηγγελμένον σφίσιν οἱ πεντακόσιοι, τὰ ξίφη τὰ βραχύτερα ἐκ τῶν κόλπων ἐπισπάσαντες πρώτους ἀνῄρουν ὧν ἦσαν ὀπίσω, μετὰ δʼ ἐκείνους, ἁρπάσαντες αὐτῶν τὰ ξίφη τὰ μείζω καὶ τὰς ἀσπίδας καὶ τὰ δόρατα, πᾶσιν ἐνέπιπτον καὶ μετεπήδων ἀφειδῶς· καὶ φόνον εἰργάζοντο πλεῖστον οὗτοι μάλιστα, ἅτε πάντων ὄντες ὀπίσω. τό τε κακὸν ἤδη πολὺ τοῖς Ῥωμαίοις καὶ ποικίλον ἦν, πονουμένοις μὲν ὑπὸ τῶν ἐναντίων, κεκυκλωμένοις δʼ ὑπὸ τῆς ἐνέδρας, ἀναιρουμένοις δʼ ὑπὸ τῶν ἀναμεμιγμένων. οὐδʼ ἐπιστρέψαι πρὸς αὐτοὺς ἐδύναντο διὰ τοὺς ἐπικειμένους σφίσιν ἐκ μετώπου· οὐδʼ ἐπεγίγνωσκον ἔτι αὐτοὺς εὐμαρῶς, Ῥωμαϊκὰς ἀσπίδας ἔχοντας. ὑπὲρ ἅπαντα δʼ αὐτοὺς ὁ κονιορτὸς ἠνώχλει, καὶ οὐκ εἶχον οὐδʼ εἰκάσαι τὸ συμβαῖνον, ἀλλʼ οἷον ἐν θορύβῳ καὶ φόβῳ, πάντα πλείω νομίζοντες εἶναι, καὶ τὰς ἐνέδρας οὐ τοσαύτας, οὐδὲ τοὺς πεντακοσίους εἰδότες ὅτι ἦσαν πεντακόσιοι, ἀλλʼ ὅλον σφῶν τὸ στρατόπεδον ὑπὸ ἱππέων καὶ αὐτομόλων ἡγούμενοι κεκυκλῶσθαι, τραπέντες ἔφευγον ἀκόσμως, πρῶτοι μὲν οἱ ἐπὶ τοῦ δεξιοῦ, καὶ ὁ Τερέντιος αὐτοῖς ἐξῆρχε τῆς φυγῆς, μετὰ δʼ ἐκείνους οἱ τὸ λαιὸν ἔχοντες, ὧν ὁ Σερουίλιος ἡγούμενος πρὸς τὸν Αἰμίλιον διέδραμε· καὶ περὶ αὐτοὺς ἦν ὅσον ἄριστον ἱππέων τε καὶ πεζῶν, ἀμφὶ τοὺς μυρίους.
 
καταθορόντες δʼ ἀπὸ τῶν ἵππων οἱ στρατηγοί, καὶ μετʼ αὐτοὺς ὅσοι ἄλλοι ἦσαν ἐπὶ ἵππων, ἐπεζομάχουν τοῖς ἱππεῦσι τοῖς Ἀννίβου κεκυκλωμένοι. καὶ πολλὰ μὲν ἐξ ἐμπειρίας σὺν εὐψυχίᾳ καὶ ἀπονοίᾳ λαμπρὰ ἔδρασαν, ἐμπίπτοντες σὺν ὀργῇ τοῖς πολεμίοις, πανταχόθεν δὲ ἀνῃροῦντο, περιτρέχοντος αὐτοὺς τοῦ Ἀννίβου, καὶ τοὺς ἰδίους ὁτὲ μὲν ἐξοτρύνοντος καὶ παρακαλοῦντος τὸ λείψανον τῆς νίκης ἐκπονῆσαι, ὁτὲ δʼ ἐπιπλήσσοντός τε καὶ ὀνειδίζοντος, εἰ τὸ πλῆθος νενικηκότες ὀλίγων οὐ περιέσονται. Ῥωμαῖοι δʼ, ἕως μὲν αὐτοῖς ὁ Αἰμίλιος καὶ ὁ Σερουίλιος περιῆσαν, πολλὰ δρῶντές τε καὶ πάσχοντες ὅμως ὑπέμενον ἐν τάξει· ἐπεὶ δʼ ἔπεσον αὐτῶν οἱ στρατηγοί, διὰ μέσων βιαζόμενοι τῶν ἐχθρῶν μάλα καρτερῶς κατὰ μέρη διέφευγον, οἱ μέν, ἔνθαπερ οἱ πρὸ αὐτῶν ἐπεφεύγεσαν, ἐς τὰ στρατόπεδα δύο ὄντα· καὶ σύμπαντες οἵδε ἐγένοντο ἀμφὶ τοὺς μυρίους καὶ πεντακισχιλίους, οἷς ὁ Ἀννίβας φυλακὴν ἐπέστησεν· οἱ δʼ ἐς Κάννας, περὶ δισχιλίους, καὶ παρέδωκαν ἑαυτοὺς οἵδε οἱ δισχίλιοι τῷ Ἀννίβᾳ. ὀλίγοι δʼ ἐς Κανύσιον διέδρασαν, καὶ οἱ λοιποὶ κατὰ μέρος ἐσκεδάσθησαν ἀνὰ τὰς ὕλας.
 
τοῦτο τέλος ἦν τῆς ἐπὶ Κάνναις Ἀννίβου τε καὶ Ῥωμαίων μάχης, ἀρξαμένης μὲν ὑπὲρ ὥραν δευτέραν, ληξάσης δὲ πρὸ δύο τῆς νυκτὸς ὡρῶν, οὔσης δʼ ἔτι νῦν ἀοιδίμου Ῥωμαίοις ἐπὶ συμφορᾷ· ἀπέθανον γὰρ αὐτῶν ἐν ταῖσδε ταῖς ὥραις πεντακισμύριοι, καὶ ζώντων ἐλήφθη πολὺ πλῆθος ἀπό τε τῆς βουλῆς πολλοὶ παρόντες ἐτελεύτησαν, καὶ ἐπʼ αὐτοῖς ταξίαρχοί τε ν άντες καὶ λοχαγοὶ καὶ τῶν στρατηγῶν αὐτῶν οἱ ἄριστοι δύο. ὁ δὲ φαυλότατός τε καὶ τῶν συμφορῶν αἴτιος ἀρχομένης τῆς τροπῆς ἐπεφεύγει. καὶ Ῥωμαῖοι δύο ἔτεσιν ἤδη περὶ τὴν Ἰταλίαν Ἀννίβᾳ πολεμοῦντες ἀπωλωλέκεσαν ἀνδρῶν ἰδίων τε καὶ συμμάχων ἐς δέκα μυριάδας.
 
Ἀννίβας δὲ νίκην ἀρίστην τε καὶ σπάνιον ἐξενεγκάμενος ἡμέρας μιᾶς στρατηγήμασι τέσσαρσι, τοῦ τε πνεύματος τῇ φορᾷ καὶ τοῖς ὑποκριθεῖσιν αὐτομολεῖν καὶ τοῖς προσποιηθεῖσι φεύγειν καὶ τοῖς ἐν μέσαις ταῖς φάραγξι κεκρυμμένοις, εὐθὺς ἀπὸ τοῦ ἔργου τοὺς πεσόντας ἐπῄει, θεώμενος δὲ τῶν φίλων τοὺς ἀρίστους ἀνῃρημένους ᾤμωξε, καὶ δακρύσας εἶπεν οὐ χρῄζειν ἑτέρας τοιᾶσδε νίκης. ὃ καὶ Πύρρον φασὶν εἰπεῖν πρὸ αὐτοῦ, τὸν Ἠπείρου βασιλέα, Ῥωμαίων κἀκεῖνον ἐν Ἰταλίᾳ κρατοῦντα σὺν ὁμοίᾳ ζημίᾳ. τῶν δὲ φυγόντων ἐκ τῆς μάχης οἱ μὲν ἐν τῷ μείζονι στρατοπέδῳ στρατηγὸν αὑτῶν ἑσπέρας ἑλόμενοι Πόπλιον Σεμπρώνιον, ἐβιάσαντο τοὺς Ἀννίβου φύλακας ὕπνου καὶ κόπου πλήρεις ὄντας, καὶ διέδραμον ἐς Κανύσιον περὶ μέσας νύκτας, ἀμφὶ τοὺς μυρίους, οἱ δʼ ἐν τῷ βραχυτέρῳ πεντακισχίλιοι τῆς ἐπιούσης ἡμέρας ἐλήφθησαν ὑπὸ τοῦ Ἀννίβου. Τερέντιος δὲ στρατὸν ἀγείρας τοὺς διερριμμένους ἐπειρᾶτο παραθαρρύνειν, καὶ στρατηγὸν αὐτοῖς ἐπιστήσας τῶν χιλιάρχων τινὰ Σκιπίωνα ἐς Ῥώμην διέδραμεν.
 
ἡ δὲ πόλις, ἀπαγγελθεισης τῆς συμφορᾶς, οἱ μὲν ἐν ταῖς ὁδοῖς ἐθρήνουν τε τοὺς οἰκείους ἀνακαλοῦντες, καὶ σφᾶς ὡς αὐτικα ἁλωσομένους ὠλοφύροντο, αἱ δὲ γυναῖκες ἱκέτευον ἐν τοῖς ἱεροῖς μετὰ τῶν τέκνων λῆξαί ποτε τὰς συμφορὰς τῇ πόλει, οἱ δʼ ἄρχοντες θυσίαις τε καὶ εὐχαῖς ἱλάσκοντο τοὺς θεούς, εἴ τι μήνιμα ἐνοχλεῖ, κορεσθῆναι τοῖς γεγονόσιν. ἡ δὲ βουλὴ Κόιντον μὲν Φάβιον, τὸν συγγραφέα τῶνδε τῶν ἔργων, ἐς Δελφοὺς ἔπεμπε χρησόμενον περὶ τῶν παρόντων, δούλους δὲ ἐς ὀκτακισχιλίους τῶν δεσποτῶν ἐπιδόντων ἠλευθέρου, ὅπλα τε καὶ τόξα τοὺς ἐν ἄστει πάντας ἐργάζεσθαι παρεσκεύαζε, καὶ συμμάχους, καὶ ὥς, τινὰς συνέλεγεν. Κλαύδιόν τε Μάρκελλον μέλλοντα πλεῖν ἐς Σικελίαν, ἐς τὸν Ἀννίβου πόλεμον μετέφερεν. ὁ δὲ τὸν μὲν στόλον ἐμερίσατο τῷ συνάρχῳ Φουρίῳ, καὶ τὸ μέρος ἔπεμψεν ἐς τὴν Σικελίαν, αὐτὸς δὲ τοὺς δούλους ἄγων καὶ ὅσους ἄλλους ἐδύνατο τῶν πολιτῶν ἢ συμμάχων, γενομένους ἅπαντας ἐς μυρίους πεζοὺς καὶ δισχιλίους ἱππέας, ἐς τὸ Τεανὸν παρῆλθε, καὶ ὅ τι πράξειν ὁ Ἀννίβας μέλλοι παρεφύλασσεν.
 
Ἀννιβου δὲ δόντος τοῖς αἰχμαλώτοις ἐς Ῥώμην πρεσβεύσασθαι περὶ σφῶν, εἰ θέλοιεν αὐτοὺς οἱ ἐν ἄστει λύσασθαι χρημάτων, καὶ τοὺς αἱρεθέντας ὑπʼ αὐτῶν τρεῖς, ὧν ἡγεῖτο Γναῖος Σεμπρώνιος, ὁρκώσαντος ἐς αὐτὸν ἐπανήξειν, οἱ μὲν οἰκεῖοι τῶν ἁλόντων, περιστάντες τὸ βουλευτήριον, ἐπηγγέλλοντο λύσεσθαι τοὺς οἰκείους ἕκαστος ἰδίοις χρήμασι, καὶ παρεκάλουν τὴν βουλὴν τοῦτο σφίσιν ἐπιτρέψαι, καὶ ὁ δῆμος αὐτοῖς συνεδάκρυε καὶ συνεδεῖτο· τῶν δὲ βουλευτῶν οἱ μὲν οὐκ ἠξίουν ἐπὶ τοσαῖσδε συμφοραῖς ἄλλους τοσούσδε βλαβῆναι τὴν πόλιν, οὐδὲ δούλους μὲν ἐλευθεροῦν τοὺς δὲ ἐλευθέρους ὑπερορᾶν, οἱ δʼ οὐκ ᾤοντο δεῖν αὐτοὺς ἐθίζειν τῷδε τῷ ἐλέῳ φεύγειν, ἀλλʼ ἢ νικᾶν μαχομένους ἢ ἀποθνήσκειν ὡς οὐκ ὂν οὐδʼ ὑπὸ τῶν οἰκείων ἐλεεῖσθαι τὸν φυγόντα. πολλῶν δὲ παραδειγμάτων ἐς ἑκάτερα λεχθέντων, οὐκ ἐπέτρεψεν ἡ βουλὴ τοῖς συγγενέσι λύσασθαι τοὺς αἰχμαλώτους, ἡγουμένη, πολλῶν σφίσιν ἔτι κινδύνων ἐπόντων, οὐ συνοίσειν ἐς τὸ μέλλον τὴν ἐν τῷ παρόντι φιλανθρωπίαν, τὸ δʼ ἀπάνθρωπον, εἰ καὶ σκυθρωπὸν εἴη, πρός τε τὰ μέλλοντα χρήσιμον ἔσεσθαι καὶ ἐν τῷ παρόντι καταπλήξειν Ἀννίβαν τῷ τολμήματι. Σεμπρώνιος οὖν καὶ οι σὺν αὐτῷ δύο τῶν αἰχμαλώτων πρὸς Ἀννίβαν ἐπανῄεσαν. ὁ δʼ ἔστι μὲν οὓς ἀπέδοτο τῶν αἰχμαλώτων, ἔστι δʼ οὓς ὑπʼ ὀργῆς ἀνῄρει, καὶ τοῖς σώμασι τὸν ποταμὸν ἐγεφύρου καὶ ἐπέρα. ὅσοι δʼ ἦσαν ἀπὸ τῆς βουλῆς ἢ ἄλλως ἐπιφανεῖς, μονομαχεῖν αὐτοὺς ὑπὸ θεαταῖς τοῖς Λίβυσιν ἠνάγκασε, πατέρας τε υἱοῖς καὶ ἀδελφοὺς ἀδελφοῖς, οὐδὲν ἐκλείπων ὑπεροψίας ὠμῆς.
 
μετὰ δὲ τοῦτʼ ἐπιὼν τὰ ὑπὸ Ῥωμαίοις ἐλυμαίνετο, καὶ Πετηλίνοις μηχανήματα προσῆγεν. οἱ δʼ ὀλίγοι μὲν ἦσαν, ὑπὸ δὲ τόλμης μετὰ τῶν γυναικῶν ἐπεξέθεον αὐτῷ, καὶ πολλὰ καὶ γενναῖα ἔδρων, τάς τε μηχανὰς αὐτοῦ συνεχῶς ἐνεπίμπρασαν, οὐχ ἧσσον αὐτοῖς τῶν γυναικῶν ἀνδριζομένων. ὀλιγώτεροι δε γιγνόμενοι καθʼ ἕκαστον ἔργον ἐκακοπάθουν μάλιστα ὑπὸ λιμοῦ· καὶ ὁ Ἀννίβας αἰσθανόμενος περιετείχισεν αὐτούς, καὶ Ἄννωνα ἐπέστησε τῇ πολιορκίᾳ. οἱ δʼ, ἐπιτείνοντος αὐτοῖς τοῦ κακοῦ, πρῶτα μὲν τοῦς ἀχρείους σφῶν ἐς μάχας ἐξέβαλον ἐς τὸ μεσοτείχιον, καὶ κτιννυμένους ὑπὸ τοῦ Ἄννωνος ἐφεώρων ἀλύπως ὡς εὐμοιρότερον ἀποθνήσκοντας. τῷ δʼ αὐτῷ λόγῳ καὶ οἱ λοιποὶ πάμπαν ἀποροῦντες ἐξέδραμον ἐπὶ τοὺς πολεμίους, καὶ πολλὰ μὲν καὶ γενναῖα καὶ τότε ἔδρασαν, ὑπὸ δὲ ἀτροφίας καὶ ἀσθενείας σωμάτων οὐδʼ ὑποστρέψαι δυνάμενοι διεφθάρησαν ἅπαντες ὑπὸ τῶν Λιβύων. καὶ τὴν πόλιν εἷλεν ὁ Ἄννων, ἐκφυγόντων καὶ ὣς ἀπʼ αὐτῆς ὀλίγων τῶν δραμεῖν δυνηθέντων. τούτους διερριμμένους οἱ Ῥωμαῖοι σπουδῇ συνῆγον, καὶ γενομένους ἐς ὀκτακοσίους κατήγαγόν τε καὶ συνῴκισαν μετὰ τόνδε τὸν πόλεμον αὖθις ἐς τὴν πατρίδα, ἀγάμενοι τῆς τε περὶ σφᾶς εὐνοίας καὶ τοῦ παραδόξου τῆς προθυμίας.
 
τῶν δὲ Κελτιβήρων ἱππέων, οἳ ἐμισθοφόρουν Ἀννίβᾳ, λαμπρῶς ἀγωνιζομένων, ὅσοι Ῥωμαίων ἐστρατήγουν ἐν Ἰβηρίᾳ, τοσούσδε ἑτέρους τὰς πόλεις τὰς ὑπὸ σφίσιν αἰτήσαντες ἐς ἀντίπαλον ἐκείνων ἔπεμψαν ἐς τὴν Ἰταλίαν, οἳ τοῖς ὁμοεθνέσιν, ὅτε πλησίον Ἀννίβου στρατοπεδεύοιεν, ἀναμιγνύμενοι μετέμειθον αὐτούς. καὶ πολλῶν μετατιθεμένων τε καὶ αὐτομολούντων ἢ ἀποδιδρασκόντων οὐδὲ τὸ λοιπὸν ἦν ἔτι τῷ Ἀννίβᾳ πιστόν, ὑποπτευόμενόν τε ὑπʼ ἐκείνου καὶ ὑποπτεύοντες αὐτόν. κάκιον οὖν ἔπρασσεν ὁ Ἀννίβας τὸ ἀπὸ τοῦδε.
 
Ἀργύριππα δʼ ἐστὶ πόλις ἐν τῇ Δαυνίᾳ, ἣν Διομήδης ὁ Ἀργεῖος λέγεται κτίσαι. καί τις ἔκγονος εἶναι τοῦ Διομήδους νομιζόμενος, Δάσιος, ἀνὴρ εὐμετάβολός τε τὸ φρόνημα καὶ οὐ Διομήδους ἄξιος, Ῥωμαίων περὶ Κάννας τὴν μεγάλην ἧτταν ἡττημένων ἀπέστησε τὴν πατρίδα πρὸς τοὺς Λίβυας ἀπὸ Ῥωμαίων. τότε δʼ αὖ δυσπραγοῦντος Ἀννίβου ἔλαθεν ἐς Ῥώμην διιππεύσας, καὶ ἐπὶ τὴν βουλὴν ἐπαχθεὶς ἔφη δύνασθαι τὸ ἁμάρτημα ἰάσασθαι καὶ μεταβαλεῖν αὖθις ἐς Ῥωμαίους τὴν πόλιν. οἱ δʼ ὀλίγου μὲν αὐτὸν καὶ διέφθειραν, ἐξέβαλον δʼ εὐθὺς ἐκ τῆς πόλεως. ὁ δὲ καὶ τούσδε καὶ τὸν Ἀννίβαν δεδιὼς ἠλᾶτο ἀνὰ τὴν χώραν, καὶ ὁ μὲν Ἀννίβας αὐτοῦ τὴν γυναῖκα καὶ τὰ τέκνα ζῶντας ἔκαυσε, τὰ δὲ Ἀργύριππα ἑτέρων ἐνδόντων εἷλε Φάβιος Μάξιμος νυκτός, καὶ κτείνας ὅσους ηὗρε Λιβύων, φρουρὰν ἐπέστησε τῇ πόλει.
 
Τάραντα δὲ φρουρουμένην ὑπὸ Ῥωμαιων Κονωνεὺς ὧδε προύδωκεν. κυνηγετεῖν εἴθιστο ὁ Κονωνεύς, καὶ φέρων ἀεί τι τῷ φρουράρχῳ Λιουίῳ συνήθης ἐκ τοῦδε ἐγεγένητο. ὡς δὲ ἐν πολεμουμένῃ χώρᾳ, νυκτὸς ἔφη δεῖν κυνηγετεῖν καὶ νυκτὸς φέρειν τὰ λαμβανόμενα. νυκτὸς οὖν αὐτῷ τῶν πυλῶν ἀνοιγομένων, συνθέμενος Ἀννίβᾳ καὶ στρατιώτας λαβών, τοὺς μὲν ἔκρυψεν ἐν λόχμῃ τινὶ πλησίον, τοὺς δʼ ἐπακολουθεῖν ἐκέλευσεν ἑαυτῷ διʼ ὀλίγου, τοὺς δὲ σὺν αὐτῷ προσιέναι, θώρακας ἔνδοθεν ὑπεζωσμένους καὶ ξίφη, τὰ δʼ ἐκτὸς ὡς ἂν ἐς κυνηγέτας ἐσκευασμένους. κάπρον τε αὐτοῖς ἐπὶ ξύλων ἐπιθεὶς ἧκε νυκτὸς ἐπὶ τὰς πύλας. καὶ τῶν φυλάκων, ὥσπερ ἔθος ἦν, ἀνοιξάντων, οἱ μὲν συνεσελθόντες αὐτῷ τοὺς ἀνοίξαντας αὐτίκα διεχρῶντο, οἱ δʼ ἑπόμενοι κατὰ σπουδὴν συνεσέπιπτον ἐκείνοις, καὶ τοὺς ἀπὸ τῆς λόχμης ἐδέχοντο, καὶ τὰς πύλας ἀνεῴγνυον τῷ Ἀννίβᾳ. ὁ δὲ ἔσω παρελθὼν τῆς μὲν ἄλλης πόλεως εὐθὺς ἐκράτει, καὶ τοὺς Ταραντίνους ἑταιρισάμενος τὴν ἄκραν ἔτι φρουρουμένην ἐπολιόρκει.
 
ὧδε μὲν Κονωνεὺς Τάραντα προύδωκε· Ῥωμαῖοι δʼ ὅσοι τὴν ἀκρόπολιν εἶχον, ε͂ς μὲν πεντακισχιλίους ἦσαν, καὶ αὐτοῖς Ταραντίνων τέ τινες προσεχώρουν, καὶ ὁ τῆς ἐν Μεταποντίῳ φρουρᾶς ἡγεμὼν τὸ ἥμισυ τῆς φρουρᾶς ἔχων ἦλθε, βελῶν τε καὶ ὀργάνων πολλῶν ηὐπόρουν, ὡς ἀπὸ τείχους εὐμαρῶς ἀμύνεσθαι τὸν Ἀννίβαν. ηὐπόρει δὲ καὶ ὁ Ἀννίβας. πύργους τε οὖν καὶ καταπέλτας ἐπάγων καὶ χελώνας ἔνια διέσειε, καὶ δρεπάνοις ἀπὸ κάλων ἐπάλξεις τε κατέσυρε καὶ τὸ τεῖχος ἀπεγύμνου. οἱ δὲ λίθους μὲν ἐπὶ τὰς μηχανὰς ἀφιέντες πολλὰ συνέτριβον, βρόχοις δὲ τὰ δρέπανα περιέσπων, καὶ πολλάκις ἐκθέοντες ἄφνω συνετάρασσον ἀεί τι καὶ κτείναντες ἐπανῄεσαν. ὡς δὲ καὶ πνεῦμά ποτε λάβρον ἐθεάσαντο, οἱ μὲν ἀπὸ τοῦ τείχους δᾷδας ἡμμένας καὶ στύππιον καὶ πίσσαν αὐτοῦ τοῖς μηχανήμασιν ἐπερρίπτουν, οἱ δὲ καὶ ἐκδραμόντες ὑπέθηκαν. ἀπογνοὺς οὖν ὁ Ἀννίβας τῆσδε τῆς πείρας περιετείχισε τὴν πόλιν, χωρίς γε τοῦ πρὸς θαλάσσῃ μέρους· οὐ γὰρ ἦν καὶ τοῦτο δυνατόν. καὶ παραδοὺς Ἄννωνι τὴν πολιορκίαν, ἐς Ἰάπυγας ἀνεχώρει.
 
λιμένες δʼ εἰσὶ τοῖς Ταραντινοις πρὸς βορρᾶν ἄνεμον ἐκ πελάγους ἐσπλέοντι διὰ ἰσθμοῦ, καὶ τὸν ἰσθμὸν ἀπέκλειον γεφύραις, ὧν τότε κρατοῦντες οἱ Ῥωμαίων φρουροὶ σφίσι μὲν ἐδέχοντο τὴν ἀγορὰν ἐκ θαλάσσης, Ταραντίνοις δʼ ἐκώλυον ἐσκομίζεσθαι. ὅθεν ἠπόρουν ἀγορᾶς οἱ Ταραντῖνοι, ἕως ἐπελθὼν αὐτοῖς ὁ Ἀννίβας ἐδίδαξε λεωφόρον ὁδόν, ἣ διὰ μέσης τῆς πόλεως ἔφερεν ἀπὸ τῶν λιμένων ἐπὶ τὴν νοτιον θαλασσαν, ὀρύξαντας, ἰσθμὸν ἕτερον ποιήσασθαι. καὶ οἱ μὲν οὕτω πράξαντες εἶχόν τε ἀγοράν, καὶ τριήρεσι τοὺς Ῥωμαίων φρουροὺς ναῦς οὐκ ἔχοντας ὑπὸ τὸ τεῖχος ἔβλαπτον, ὅτε μὴ χειμὼν εἴη μάλιστα, καὶ τὴν ἀγορὰν τὴν καταπλέουσαν ἐκείνοις ἀφῃροῦντο· οἱ δʼ ἠπόρουν. καὶ νυκτὸς αὐτοὶς Θουρίων σῖτόν τε ναυσὶ πεμπόντων καὶ τριήρεις ἐς φυλακὴν τῶν νεῶν, οἱ Ταραντῖνοι καὶ οἱ σὺν αὐτοῖς Λίβυες πυθόμενοι καὶ λοχήσαντες ἔλαβον αὐτῷ τε σίτῳ καὶ αὐτοῖς ἀνδράσιν ἁπάσας. πρεσβευομένων δὲ θαμινὰ τῶν Θουρίων, καὶ ἀξιούντων λύσασθαι τοὺς εἰλημμένους, οἱ Ταραντῖνοι τοὺς φοιτῶντας αὐτῶν μετέπειθον ἐς Ἀννίβαν. καὶ ὁ Ἀννίβας ὅσους εἶχε Θουρίων αἰχμαλώτους, εὐθὺς ἀπέλυεν. οἱ δὲ τοὺς οἰκείους σφῶν βιασάμενοι, τὰς πύλας Ἄννωνι ἀνέῳξαν. καὶ Θούριοι μὲν Ῥωμαίοις Τάραντα περιποιούμενοι ἔλαθον οὕτως ὑπὸ Καρχηδονίοις αὐτοὶ γενόμενοι· ἡ δʼ ἐν τῇ πόλει φρουρὰ Ῥωμαίων ἐς Βρεντέσιον λαθοῦσα διεπλευσεν.
 
Μεταποντῖνοι δʼ, ἐξ οὗ σφῶν ὁ φρούραρχος τὸ ἥμισυ τῆς φρουρᾶς ἄγων ἐς Τάραντα ᾤχετο, τοὺς λοιποὺς ὀλίγους γενομένους ἀπέκτειναν καὶ Ἀννίβᾳ προσέθεντο. προσέθετο δὲ καὶ ἡ μεταξὺ Μεταποντίνων τε καὶ Θουρίων Ἡράκλεια, δέει μᾶλλον ἢ γνώμῃ. καὶ πάλιν ἦν ἐπικυδέστερα τὰ Ἀννίβου. τοῦ δʼ ἑξῆς ἔτους καὶ Λευκανῶν τινες ἀπέστησαν ἀπὸ Ῥωμαίων· οἷς Σεμπρώνιος Γράκχος ἀνθύπατος ἐπελθὼν ἐπολέμει. Λευκανὸς δέ τις ἐκ τῶν ἔτι Ῥωμαίοις ἐμμενόντων Φλάουιος, φίλος ὢν καὶ ξένος Γράκχου, προδιδοὺς αὐτὸν ἔπεισεν ἔς τι χωρίον ἐλθόντα συνθέσθαι Λευκανῶν τοῖς στρατηγοῖς ὡς μετανοοῦσι, καὶ δοῦναι καὶ λαβεῖν πίστεις. ὁ δʼ οὐδὲν ὑποτοπήσας εἵπετο μεθʼ ἱππέων τριάκοντα. Νομάδων δὲ πολλῶν αὐτὸν ἐξ ἐνέδρας κυκλωσαμένων, ὁ μὲν Φλάουιος ἐξίππευσεν ἐς ἐκείνους, ὁ δὲ Γράκχος συνεὶς τῆς προδοσίας καθήλατο μετὰ τῶν ἱππέων, καὶ πολλὰ καὶ γενναῖα δρῶν κατεκόπη μετὰ πάντων πλὴν τριῶν, οὓς μόνους εἷλεν ὁ Ἀννίβας, πολλὴν ποιησάμενος σπουδὴν λαβεῖν ζῶντα Ῥωμαίων τὸν ἀνθύπατον. αἰσχρῶς δʼ αὐτὸν ἐνηδρευμένον ἀγάμενος ὅμως τῆς τελευταίας ἀρετῆς ἔθαψε, καὶ τὰ ὀστᾶ Ῥωμαίοις ἔπεμψεν.
 
καὶ ἀπὸ τοῦδε αὐτὸς μὲν ἐν Ἰάπυξιν ἐθέριζε καὶ σῖτον πολὺν ἐσώρευε,
 
Ῥωμαίων δʼ ἐπιθέσθαι Καπυαιοις ἐγνωκότων ἔπεμπεν Ἄννωνα μετὰ χιλίων πεζῶν καὶ χιλίων ἱππέων ἐσδραμεῖν νυκτὸς ἐς Καπύην. καὶ ὁ μὲν ἐσέδραμε Ῥωμαίους λαθών, οἱ δʼ ἡμέρας γενομένης, ὡς πλέονας εἶδον ἐπὶ τῶν τειχῶν, τὸ συμβὰν ἔγνωσαν, καὶ τῆς μὲν πόλεως εὐθὺς ἀνεχώρουν, τὰ δὲ θέρη τὰ Καπυαίων καὶ τῶν ἄλλων Καμπανῶν προκατελάμβανον. ὀδυρομένοις δὲ περὶ τοῦδε τοῖς Καμπανοῖς ὁ Ἀννίβας ἔφη πολὺν ἔχειν σῖτον ἐν Ἰαπυγίᾳ, καὶ πέμποντας ἐκέλευε λαμβάνειν ὁσάκις θέλοιεν. οἱ δʼ οὐκ ὑποζύγια μόνον οὐδʼ ἄνδρας, ἀλλὰ καὶ γύναια καὶ παιδία ἔπεμπον ἀχθοφορήσοντα τοῦ σίτου· καὶ γὰρ ἐθάρρουν τῇ διόδῳ, μετελθόντος ἐς αὐτὴν ἐξ Ἰαπύγων Ἀννίβου, καὶ παρὰ τὸν Κάλωρα ποταμὸν στρατοπεδεύοντος, πλησίον Βενεβενδέων, οὓς μόνους ἐδεδοίκεσαν Ῥωμαίοις ἔτι συμμάχους ὄντας. τότε δὲ Ἀννίβου παρόντος ἁπάντων κατεφρόνουν.
 
συνέβη δὲ Ἀννίβαν μέν, καλοῦντος αὐτὸν Ἄννωνος, ἐς Λευκανοὺς διελθεῖν, τὰ πολλὰ τῆς κατασκευῆς ἐν τῷ περὶ Βενεβεντὸν στρατοπέδῳ μετʼ ὀλίγης φρουρᾶς καταλιπόντα, δυοῖν δὲ Ῥωμαίοις στρατηγούντοιν ὑπάτοιν, Φουλουίου τε Φλάκκου καὶ Κλαυδίου Ἀππίου, τὸν ἕτερον αὐτοῖν πυθόμενον ἐπιδραμεῖν τοῖς Καμπανοῖς διαφέρουσι τὰ θέρη, καὶ πολλοὺς μὲν οἷα ἀπαρασκεύους διαφθεῖραι, καὶ τὸν σῖτον Βενεβενδεῦσι δοῦναι, λαβεῖν δὲ καὶ τὸ στρατόπεδον Ἀννίβου, καὶ τὴν ἐν αὐτῷ παρασκευὴν ἁρπάσαι, καὶ Καπύην ἔτι ὄντος ἐν Λευκανοῖς Ἀννίβου περιταφρεῦσαί τε καὶ ἐπὶ τῇ τάφρῳ περιτειχίσαι πᾶσαν ἐν κύκλῳ. καὶ τοῦδε τοῦ περιτειχίσματος ἐκτὸς ἄλλο ποιήσαντες οἱ στρατηγοὶ τὸ μεσον εἶχον ἀντὶ στρατοπέδου. ἐπάλξεις δʼ ἦσαν αὐτοῖς αἱ μὲν ἐς Καπυαίους πολιορκουμένους αἱ δʼ ἐς τοὺς ἔξωθεν ἐπιόντας ἐπεστραμμέναι, ἥ τε ὄψις ἦν πόλεως μεγάλης σμικροτέραν ἐχούσης ἐν μέσῳ. τὸ δὲ ἀπὸ τοῦ περιτειχίσματος ἐς τὴν Καπύην διάστημα διστάδιον ἦν μάλιστα· ἐν ᾧ πολλαὶ ἐγίγνοντο πεῖραι καὶ συμβολαὶ καθʼ ἑκάστην ἡμέραν, πολλὰ δʼ ὡς ἐν θεάτρῳ μεσοτειχίῳ μονομάχια, προκαλουμένων ἀλλήλους τῶν ἀρίστων. καί τις Καπυαῖος, Ταυρέας, Ῥωμαίων ἐν μονομαχίῳ Κλαύδιον Ἄσελλον περιφεύγων ὑπεχώρει, μέχρι τοῖς Καπυαίων τείχεσιν ὁ Ἄσελλος ἐγκύρσας καὶ τὸν ἵππον οὐ δυνάμενος ἐκ τῆς ῥύμης ἐπιστρέψαι διὰ τῶν πολεμίων πυλῶν ἐς τὴν Καπύην ἐσήλατο σὺν ὁρμῇ, καὶ διιππεύσας τὴν πόλιν ὅλην κατὰ τὰς ἑτέρας ἐξέδραμεν ἐς τοὺς ἐπὶ θάτερα Ῥωμαίους.
 
καὶ ὁ μὲν οὕτω παραβόλως διεσώζετο, Ἀννίβας δὲ τῆς χρείας ψευσθεὶς ἐφʼ ἣν ἐς Λευκανοὺς μετεκέκλητο, ἀνέστρεφεν ἐς Καπύην, μέγα ποιούμενος μὴ περιιδεῖν πόλιν μεγάλην καὶ εὔκαιρον ὑπὸ Ῥωμαίοις γενομένην. προσβαλὼν δὲ τῷ περιτειχίσματι καὶ μηδὲν δυνηθείς, μηδʼ ἐπινοῶν ὅπως ἂν ἐς τὴν πόλιν ἐσπέμψειεν ἢ σῖτον ἢ στρατιάν, οὐδενὸς οὐδʼ ἀπʼ ἐκείνων αὐτῷ συμβαλεῖν δυναμένου διὰ τὴν ἐπιτείχισιν πάντῃ περιλαμβάνουσαν, ἐπὶ τὴν Ῥώμην ἠπείγετο παντὶ τῷ στρατῷ, πυνθανόμενος μὲν κἀκείνους ὑπὸ λιμοῦ πιέζεσθαι, ἐλπίζων δὲ τοὺς στρατηγοὺς αὐτῶν ἀπὸ Καπύης ἀναστήσειν, ἢ αὐτός τι Καπύης μεῖζον ἐργάσεσθαι. συντόνῳ δὲ σπουδῇ διελθὼν ἔθνη πολλὰ καὶ πολέμια, τῶν μὲν οὐ δυνηθέντων αὐτὸν ἐπισχεῖν, τῶν δὲ οὐδὲ ἐς πεῖραν ἐλθεῖν ὑποστάντων, ἀπὸ δύο καὶ τριάκοντα σραδίων τῆς Ῥώμης ἐστρατοπέδευσεν ἐπὶ τοῦ Ἀνιῆνος ποταμοῦ.
1 / 2 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme