7.43
ὁ δʼ Ἀννίβας ἐπεὶ τῆς πείρας ἀπέτυχεν, ἐς Λευκανοὺς διελθὼν ἐχείμαζε, καὶ ἐπὶ τρυφῆς ἦν οὐ συνήθους, ἐρωμένην τε εἶχεν ἄγριος ἀνήρ. καὶ εὐθὺς αὐτῷ κατʼ ὀλίγον ἐτρέπετο πάντα. Φούλουιος δʼ ἐς Καπύην πρὸς τὸν συστράτηγον ἐπανῄει, καὶ τοῖς Καπυαίοις προσέβαλλον ἄμφω καρτερῶς, ἐπειγόμενοι χειμῶνος ἑλεῖν τὴν πόλιν, ἕως Ἀννίβας ἠρεμεῖ. Καπυαῖοι δέ, τῶν τροφῶν σφᾶς ἐπιλειπουσῶν καὶ οὐδαμόθεν ἄλλων ἐπεισαγομένων, ἐνεχείρισαν ἑαυτοὺς τοῖς στρατηγοῖς· ἐνεχείρισαν δὲ καὶ ὅσοι Λιβύων αὐτοὺς ἐφρούρουν, αὐτοῖς στρατηγοῖς, Ἄννωνι ἑτέρῳ καὶ Βώσταρι. Ῥωμαῖοι δὲ τῇ μὲν πόλει φρουρὰν ἐπέστησαν, καὶ ὅσους ηὗρον αὐτομολοῦντας, χεῖρας αὐτῶν ἀπέτεμον· Λιβύων δὲ τοὺς μὲν ἐπιφανεῖς ἐς Ῥώμην ἔπεμψαν, τοὺς δὲ λοιποὺς ἀπέδοντο. καὶ Καπυαίων αὐτῶν τοὺς μὲν αἰτίους μάλιστα τῆς ἀποστάσεως ἀπέκτειναν, τῶν δʼ ἄλλων τὴν γῆν ἀφείλοντο μόνον. εὔφορος δʼ ἐστὶν ἐς σῖτον ἡ περὶ τὴν Καπύην πᾶσα· πεδιὰς γάρ ἐστιν. Καπύη μὲν δὴ πάλιν ἐς Ῥωμαίους ἐπανῆκτο, καὶ μέγα τοῦτο Λιβύων ἐς τὴν Ἰταλίαν πλεονέκτημα περιῄρητο.