Thesauros Literature History Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
6.32 Τάραντα δὲ φρουρουμένην ὑπὸ Ῥωμαιων Κονωνεὺς ὧδε προύδωκεν. κυνηγετεῖν εἴθιστο ὁ Κονωνεύς, καὶ φέρων ἀεί τι τῷ φρουράρχῳ Λιουίῳ συνήθης ἐκ τοῦδε ἐγεγένητο. ὡς δὲ ἐν πολεμουμένῃ χώρᾳ, νυκτὸς ἔφη δεῖν κυνηγετεῖν καὶ νυκτὸς φέρειν τὰ λαμβανόμενα. νυκτὸς οὖν αὐτῷ τῶν πυλῶν ἀνοιγομένων, συνθέμενος Ἀννίβᾳ καὶ στρατιώτας λαβών, τοὺς μὲν ἔκρυψεν ἐν λόχμῃ τινὶ πλησίον, τοὺς δʼ ἐπακολουθεῖν ἐκέλευσεν ἑαυτῷ διʼ ὀλίγου, τοὺς δὲ σὺν αὐτῷ προσιέναι, θώρακας ἔνδοθεν ὑπεζωσμένους καὶ ξίφη, τὰ δʼ ἐκτὸς ὡς ἂν ἐς κυνηγέτας ἐσκευασμένους. κάπρον τε αὐτοῖς ἐπὶ ξύλων ἐπιθεὶς ἧκε νυκτὸς ἐπὶ τὰς πύλας. καὶ τῶν φυλάκων, ὥσπερ ἔθος ἦν, ἀνοιξάντων, οἱ μὲν συνεσελθόντες αὐτῷ τοὺς ἀνοίξαντας αὐτίκα διεχρῶντο, οἱ δʼ ἑπόμενοι κατὰ σπουδὴν συνεσέπιπτον ἐκείνοις, καὶ τοὺς ἀπὸ τῆς λόχμης ἐδέχοντο, καὶ τὰς πύλας ἀνεῴγνυον τῷ Ἀννίβᾳ. ὁ δὲ ἔσω παρελθὼν τῆς μὲν ἄλλης πόλεως εὐθὺς ἐκράτει, καὶ τοὺς Ταραντίνους ἑταιρισάμενος τὴν ἄκραν ἔτι φρουρουμένην ἐπολιόρκει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme