15.91
οὕτω μὲν ὁ Σκιπίων ὅδε πρῶτος, ὡς ἐμοὶ δοκεῖ, περιετείχισε πόλιν οὐ φυγομαχοῦσαν· τόν τε Δόριον ποταμόν, συμφερόμενον τῷ περιτειχίσματι καὶ πολλὰ τοῖς Νομαντίνοις χρήσιμον ἔς τε ἀγορᾶς κομιδὴν καὶ διαπομπὴν ἀνδρῶν, ὅσοι κατʼ αὐτὸν κολυμβηταί τε καὶ σκάφεσι μικροῖς ἐλάνθανον, ἢ ἱστίοις, ὅτε λάβρον εἴη τὸ πνεῦμα, ἐβιάζοντο, ἢ κώπαις κατὰ τὸ ῥεῦμα, ζεῦξαι μὲν οὐκ ἐδύνατο πλατὺν ὄντα καὶ πάνυ ῥοώδη, φρούρια δὲ ἀντὶ γεφύρας αὐτῷ δύο περιθεὶς ἀπήρτησε καλῳδίοις δοκοὺς μακρὰς ἐξ ἑκατέρου φρουρίου, καὶ ἐς τὸ πλάτος τοῦ ποταμοῦ μεθῆκεν, ἐχούσας ἐμπεπηγότα πυκνὰ ξίφη τε καὶ ἀκόντια. αἱ δʼ ὑπὸ τοῦ ῥοῦ, τοῖς ξίφεσι καὶ τοῖς ἀκοντίοις ἐμπίπτοντος, ἀεὶ περιστρεφόμεναι οὔτε διανηχομένους οὔτʼ ἐπιπλέοντας οὔτε ὑποδύνοντας εἴων λαθεῖν. τοῦτο δʼ ἦν οὗ μάλιστα ὁ Σκιπίων ἐπεθύμει, μηδενὸς αὐτοῖς ἐπιμιγνυμένου μηδʼ ἐσιόντος ἀγνοεῖν αὐτοὺς ὅ τι γίγνοιτο ἔξω· οὕτω γὰρ ἀπορήσειν ἀγορᾶς τε καὶ μηχανῆς πάσης.