Thesauros Literature History Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
12.72 καὶ τὸν Δόριον περάσας πολλὰ μὲν πολέμῳ κατέδραμε, πολλὰ δὲ παρὰ τῶν αὑτοὺς ἐνδιδόντων ὅμηρα αἰτήσας ἐπὶ Λήθην μετῄει, πρῶτος ὅδε Ῥωμαίων ἐπινοῶν τὸν ποταμὸν τόνδε διαβῆναι. περάσας δὲ καὶ τόνδε, καὶ μέχρι Νίμιος ἑτέρου ποταμοῦ προελθών, Βρακάρων αὐτῷ φερομένην ἀγορὰν ἁρπασάντων ἐστράτευεν ἐπὶ τοὺς Βρακάρους, οἵ εἰσιν ἔθνος μαχιμώτατον, καὶ ἅμα ταῖς γυναιξὶν ὡπλισμέναις καὶ οἵδε ἐμάχοντο, καὶ προθύμως ἔθνησκον, οὐκ ἐπιστρεφόμενος αὐτῶν οὐδείς, οὐδὲ τὰ νῶτα δεικνύς, οὐδὲ φωνὴν ἀφιέντες. ὅσαι δὲ κατήγοντο τῶν γυναικῶν, αἱ μὲν αὑτὰς διεχρῶντο, αἱ δὲ καὶ τῶν τέκνων αὐτόχειρες ἐγίνοντο, χαίρουσαι τῷ θανάτῳ μᾶλλον τῆς αἰχμαλωσίας. εἰσὶ δέ τινες τῶν πόλεων αἳ τότε μὲν τῷ Βρούτῳ προσετίθεντο, οὐ πολὺ δʼ ὕστερον ἀφίσταντο. καὶ αὐτὰς ὁ Βροῦτος κατεστρέφετο αὖθις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme