Thesauros Literature History Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
8.42 Ὀλυμπιάσι δʼ ὕστερον τέσσαρσιν, ἀμφὶ τὰς πεντήκοντα καὶ ἑκατόν, πολλοὶ τῶν Ἰβήρων γῆς ἀποροῦντες ἀπέστησαν ἀπὸ Ῥωμαίων, ἄλλοι τε καὶ Λούσονες, οἳ περὶ τὸν Ἴβηρα ᾤκηνται. στρατεύσας οὖν ἐπʼ αὐτοὺς ὕπατος Φούλουιος Φλάκκος ἐνίκα μάχῃ. καὶ πολλοὶ μὲν αὐτῶν κατὰ πόλεις διελύθησαν· ὅσοι δὲ μάλιστα γῆς ἠπόρουν καὶ ἐξ ἄλης ἐβιότευον, ἐς Κομπλέγαν πόλιν συνέφυγον, ἣ νεόκτιστός τε ἦν καὶ ὀχυρά, καὶ ηὔξετο ταχέως. ὅθεν ὁρμώμενοι τὸν Φλάκκον ἐκέλευον, καταθέντα σφίσιν ὑπὲρ τῶν ἀνῃρημένων ἑκάστου σάγον τε καὶ ἵππον καὶ ξίφος, ἀποτρέχειν ἐξ Ἰβηρίας πρίν τι κακὸν παθεῖν. ὁ δὲ πολλοὺς αὐτοῖς ἔφη σάγους οἴσειν, καὶ τοῖς πρέσβεσιν αὐτῶν ἑπόμενος τῇ πόλει παρεστρατοπέδευσεν. οἱ δʼ ἀνομοίως ταῖς ἀπειλαῖς σφῶν αὐτίκα ἀπεδίδρασκον, καὶ τὰ τῶν ἐγγὺς βαρβάρων ἐλῄζοντο. χρῶνται δὲ διπλοῖς ἱματίοις παχέσιν, ἀντὶ χλαμύδων αὐτὰ περιπορπώμενοι, καὶ τοῦτο σάγον ἡγοῦνται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme