Thesauros Literature History Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
7.38 στρατηγοὺς δὲ Ἰβηρίας ἐτησίους ἐς τὰ ἔθνη τὰ εἰλημμένα ἔπεμπον ἀπὸ τοῦδε ἀρξάμενοι, μικρὸν πρὸ τῆς τετάρτης καὶ τεσσαρακοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος, ἁρμοστὰς ἢ ἐπιστάτας αὐτοῖς τῆς εἰρήνης ἐσομένους. καὶ αὐτοῖς ὁ Σκιπίων ὀλίγην στρατιὰν ὡς ἐπὶ εἰρήνῃ καταλιπών, συνῴκισε τοὺς τραυματίας ἐς πόλιν, ἣν ἀπὸ τῆς Ἰταλίας Ἰταλικὴν ἐκάλεσε· καὶ πατρίς ἐστι Τραϊανοῦ τε καὶ Ἀδριανοῦ τῶν ὕστερον Ῥωμαίοις ἀρξάντων τὴν αὐτοκράτορα ἀρχήν. αὐτὸς δὲ ἐς Ῥώμην ἐπὶ στόλου πολλοῦ διέπλει, λαμπρῶς τε κεκοσμημένου καὶ καταγέμοντος αἰχμαλώτων ὁμοῦ καὶ χρημάτων καὶ ὅπλων καὶ λαφύρων ποικίλων. καὶ ἡ πόλις αὐτὸν ἐπιφανῶς ἐξεδέχετο μετὰ δόξης ἀοιδίμου τε καὶ παραλόγου διά τε νεότητα καὶ ταχυεργίαν καὶ μέγεθος εὐπραξίας. οἵ τε φθονοῦντες αὐτῷ τὴν πάλαι κουφολογίαν ὡμολόγουν ἐς ἔργον ἀποβῆναι. καὶ Σκιπίων μὲν θαυμαζόμενος ἐθριάμβευεν, Ἰνδίβιλις δὲ οἰχομένου τοῦ Σκιπίωνος αὖθις ἀφίστατο. καὶ αὐτὸν οἱ στρατηγοὶ τῆς Ἰβηρίας, τὸν στρατὸν ἀγείραντες ὅσος αὐτοῖς ἦν περὶ τὰ φρούρια, καὶ δύναμιν ἄλλην ἀπὸ τῶν ὑπηκόων συναγαγόντες, ἔκτειναν. τοὺς δʼ αἰτίους τῆς ἀποστάσεως ἐς κρίσιν παραγαγόντες θανάτῳ μετῆλθον, καὶ τὰ ὄντα αὐτοῖς ἐδήμευσαν. τά τε ἔθνη τὰ συναράμενα αὐτῷ χρήμασιν ἐζημίωσαν, καὶ τὰ ὅπλα αὐτῶν παρείλοντο, καὶ ὅμηρα ᾔτησαν, καὶ φρουρὰς δυνατωτέρας αὐτοῖς ἐπέστησαν. καὶ τάδε μὲν ἦν εὐθὺς μετὰ Σκιπίωνα, καὶ ἡ πρώτη Ῥωμαίων ἐς Ἰβηρίαν πεῖρα ἐς τοῦτο ἔληγε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme