4.22
καὶ πρῶτος ἁρπάσας τινὰ τῶν κλιμάκων μετέφερέ τε καὶ ἀνέβαινεν, οὔπω τινὸς ἀναβάντος ἄλλου, μέχρι περισχόντες αὐτὸν οἵ τε ὑπασπισταὶ καὶ ἡ ἄλλη στρατιὰ τόνδε μὲν ἐπέσχον, αὐτοὶ δὲ πολλὰς ὁμοῦ κλίμακας προσετίθεσάν τε καὶ ἀνεπήδων. βοῆς δὲ καὶ ὁρμῆς ἑκατέρωθεν γενομένης, καὶ ποικίλων ἔργων καὶ παθῶν, ἐκράτησαν ὅμως οἱ Ῥωμαῖοι, καὶ πύργων τινῶν ἐπέβησαν ὀλίγων, οἷς ὁ Σκιπίων σαλπικτὰς καὶ βυκανιστὰς ἐπιστήσας ἐξοτρύνειν ἐκέλευσε καὶ θορυβεῖν ὡς τῆς πόλεως εἰλημμένης ἤδη. ἕτεροί τε περιθέοντες ὁμοίως διετάρασσον. καὶ καθαλόμενοί τινες ἀνέῳξαν τῷ Σκιπίωνι τὰς πύλας· ὁ δʼ ἐσεπήδησε μετὰ τῆς στρατιᾶς δρόμῳ. καὶ τῶν ἔνδον οἱ μὲν ἐς τὰς οἰκίας ἀπεδίδρασκον, ὁ δὲ Μάγων τοὺς μυρίους ἐς τὴν ἀγορὰν συνεκάλει. ταχὺ δὲ καὶ τούτων κατακοπέντων, ἐς τὴν ἄκραν σὺν ὀλίγοις ἀνεχώρει. τοῦ δὲ Σκιπίωνος καὶ ἐπὶ τὴν ἄκραν εὐθὺς ἐπιόντος, οὐδὲν ἔτι δρᾶν σὺν ἡττημένοις τε καὶ κατεπτηχόσιν ἔχων ἐνεχείρισεν ἑαυτὸν τῷ Σκιπίωνι.