Thesauros Literature History Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
3.17 οὕτω μὲν οἱ Σκιπίωνες ἀπέθανον ἄμφω, ἄνδρες ἐς πάντα ἀγαθοὶ γενόμενοι· καὶ αὐτοὺς ἐπεπόθησαν Ἴβηρες, ὅσοι διʼ αὐτοὺς ἐς Ῥωμαίους μετέθεντο. πυθόμενοι δʼ οἱ ἐν ἄστει βαρέως τε ἤνεγκαν, καὶ Μάρκελλον ἐκ Σικελίας ἄρτι ἀφιγμένον, καὶ σὺν αὐτῷ Κλαύδιον, ἐπὶ νεῶν ἐξέπεμπον ἐς Ἰβηρίαν μετὰ χιλίων ἱππέων καὶ πεζῶν μυρίων καὶ χορηγίας ἱκανῆς. οὐδενὸς δὲ λαμπροῦ παρὰ τῶνδε γιγνομένου, τὰ Λιβύων ὑπερηύξετο, καὶ πᾶσαν σχεδὸν Ἰβηρίαν εἶχον, ἐς βραχὺ Ῥωμαίων ἐν τοῖς ὄρεσι τοῖς Πυρηναίοις κατακεκλεις μένων. πάλιν οὖν οἱ ἐν ἄστει πυνθανόμενοι μᾶλλον ἐταράσσοντο· καὶ φόβος ἦν μὴ Ἀννίβου πορθοῦντος τὰ πρόσω τῆς Ἰταλίας, καὶ οἵδε οἱ Λίβυες ἐς τὰ ἕτερα αὐτῆς ἐσβάλοιεν. ὅθεν οὐδὲ ἀποσχέσθαι τῆς Ἰβηρίας βουλομένοις αὐτοῖς δυνατὸν ἦν, δέει τοῦ μὴ καὶ τόνδε τὸν πόλεμον ἐς τὴν Ἰταλίαν ἐπαγαγέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme