Thesauros Literature History Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
3.14 ἐν Ἰβηρίᾳ σφίσι καὶ Λιβύῃ τὸν πόλεμον ἔσεσθαι (οὐ γὰρ δὴ μὴ Λίβυές ποτε ἐς τὴν Ἰταλίαν ἐσβάλωσιν, οὐδʼ ὑπενόουν), Τιβέριον μὲν Σεμπρώνιον Λόγγον ἐπὶ νεῶν ἑκατὸν ἑξήκοντα σὺν δύο στρατοῦ τέλεσιν ἐς Λιβύην ἐξέπεμπον (καὶ ὅσα Λόγγος τε καὶ οἱ λοιποὶ Ῥωμαίων στρατηγοὶ περὶ Λιβύην ἔπραξαν, ἐν τῇ Καρχηδονιακῇ βίβλῳ συγγέγραπται), Πόπλιον δὲ Κορνήλιον Σκιπίωνα ἔστελλον ἐς Ἰβηρίαν ἐπὶ νεῶν ἑξήκοντα μετὰ πεζῶν μυρίων καὶ ἱππέων ἑπτακοσίων, καὶ πρεσβευτὴν αὐτῷ συνέπεμπον Γναῖον Κορνήλιον Σκιπίωνα τὸν ἀδελφόν. τούτοιν ὁ μὲν Πόπλιος παρὰ Μασσαλιωτῶν ἐμπόρων πυθόμενος Ἀννίβαν διὰ τῶν Ἀλπείων ὀρῶν ἐς τὴν Ἰταλίαν ὑπερβάντα, δείσας μὴ ἀδοκήτως τοῖς Ἰταλιώταις ἐπιπέσοι, παραδοὺς Γναίῳ τῷ ἀδελφῷ τὴν ἐν Ἰβηρίᾳ στρατιὰν διέπλευσεν ἐπὶ πεντήρους ἐς Τυρρηνίαν. καὶ ὅσα ἔπραξεν ἐν τῇ Ἰταλίᾳ οὗτός τε καὶ ὅσοι μετʼ αὐτὸν ἄλλοι στρατηγοὶ τοῦδε τοῦ πολέμου ἐγένοντο, ἕως Ἀννίβαν ἑκκαιδεκάτῳ μόλις ἔτει τῆς Ἰταλίας ἐξήλασαν, ἡ ἑξῆς βίβλος ὑποδείκνυσιν, ἣ τὰ ἔργα Ἀννίβου τὰ ἐν Ἰταλίᾳ πάντα περιλαμβάνει, καὶ παρʼ αὐτὸ λέγεται Ῥωμαϊκῶν Ἀννιβαϊκή.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme