Thesauros Literature History ἐκ τῆς Κελτῖκης

ἐκ τῆς Κελτῖκης

ἐκ τῆς Κελτῖκης Appianus of Alexandria
VI ὅτι Κελτοὶ μηδεμιᾷ μηχανῇ δυνηθέντες ἐπιβῆναι τῆς ἀκροπόλεως, ἠρέμουν ὡς λιμῷ τοὺς ἔνδον παραστησόμενοι. καί τις ἀπὸ τοῦ Καπιτωλίου κατέβαινεν ἱερεύς, ὄνομα Δόρσων, ἐπὶ ἐτήσιον δή τινα ἱερουργίαν ἐς τὸν τῆς Ἑστίας νεὼν στέλλων τὰ ἱερὰ διὰ τῶν πολεμίων, αἰδεσθέντων ἢ καταπλαγέντων αὐτοῦ τὴν τόλμαν ἢ τὴν εὐσέβειαν, ἢ τὴν ὄψιν ἱερὰν οὖσαν. ὁ μὲν δὴ κινδυνεύειν ὑπὲρ τῶν ἱερῶν ἑλόμενος ὑπʼ αὐτῶν ἐσώζετο τῶν ἱερῶν. καὶ τόδε φησὶν ὧδε γενέσθαι Κάσσιος ὁ Ῥωμαῖος.
VII τοῦ δὲ οἴνου καὶ τῶν ἄλλων ἄδην ἐνεπίμπλαντο οἱ Κελτοί, τήν τε φύσιν ὄντες ἀκρατεῖς, καὶ χώραν ἔχοντες, ὅτι μὴ πρὸς δημητριακοὺς καρπούς, τῶν ἄλλων ἄγονον καὶ ἀφυᾶ. τά τε σώματα αὐτοῖς μεγάλα ὄντα καὶ τρυφηλὰ καὶ σαρκῶν ὑγρῶν μεστὰ ὑπὸ τῆς ἀδηφαγίας καὶ μέθης ἐς ὄγκον καὶ βάρος ἐξεχεῖτο, καὶ πρὸς δρόμους καὶ πόνους ἀδύνατα πάμπαν ἐγίγνετο· ὑπό τε ἱδρῶτος καὶ ἄσθματος, ὅπου τι δέοι κάμνειν, ἐξελύοντο ταχέως.
VIII οὓς γυμνοὺς ἐπεδείκνυε Ῥωμαίοις, οὗτοί εἰσιν οἱ τὴν βοὴν βαρεῖαν ἱέντες ὑμῖν ἐν ταῖς μάχαις καὶ τὰ ὅπλα παταγοῦντες καὶ ξίφη μακρὰ καὶ κόμας αἰωροῦντες. ὧν τὸ ἄτολμον ὁρῶντες, καὶ τὸ σῶμα μαλακὸν καὶ ἄτονον, προσίεσθε τῷ ἔργῳ.
IX τὸν δὲ δῆμον ἀπὸ τοῦ τείχους ὁρᾶν, καὶ τοῖς πονουμένοις ἑτέρους νεαλεῖς ἐπιπέμπειν ἀεί. οἱ δὲ Κελτοὶ κεκμηκότες ἀκμῆσι συμπλεκόμενοι ἔφευγον ἀτάκτως.
X ὁ δὲ Κελτὸς ἀγανακτῶν καὶ λιφαιμῶν ἐδιωκε τὸν Οὐαλέριον, συγκαταπεσεῖν ἐπειγομενος· ὑπὸ δὲ τοὺς πόδας ἀναχωροῦντος ἀεὶ τοῦ Οὐαλερίου κατέπεσε πρηνὴς ὁ Κελτός. καὶ δεύτερον τοῦτο μονομάχιον ἐπὶ Κελτοῖς ἐμεγαλαύχουν οἱ Ῥωμαῖοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme