Thesauros Literature History Res Gestae

Res Gestae

Res Gestae Ammianus Marcellinus

Book 17

4.17 Qui autem notarum textus obelisco incisus est veteri, quem videmus in Circo, Hermapionis librum secuti interpretatum litteris subiecimus Graecis.The entire inscr. is preserved only in G. V has two unintelligible lines with lac. of 1 1/2 pages. Several MSS. omit the Greek, a greater number have the same amount of Greek as V. It seems best to refer to Clark's crit. app. for the numerous variants and conjectures. ΑΡΧΗΝ ΑΠΟ ΤΟΥ ΝΟΤΙΟΥ ΔΙΕΡΜΗΝΕΥΜΕΝΑ ΕΧΕΙ ΣΤΙΧΟΣ ΠΡΩΤΟΣ ΤΑΔΕ ΛΕΓΕΙ
4.18 Ἥλιος βασιλεῖ Ῥαμέστῃ· δεδώρημαί σοι ἀνὰ πᾶσαν οἰκουμένην μετὰ χαρᾶς βασιλεύειν, ὃν Ἥλιος φιλεῖ.— [καὶ] Ἀπόλλων κρατερὸς φιλαλήθης υἱὸς Ἥρωνος, θεογέννητος κτιστὴς τῆς οἰκουμένης, ὃν Ἥλιος προέκρινεν, ἄλκιμος Ἄρεως βασιλεὺς Ῥαμέστης. ᾧ πᾶσα ὑποτέτακται ἡ γῆ μετὰ ἀλκῆς καὶ θάρσους. βασιλεὺς Ῥαμέστης Ἡλίου παῖς αἰωνόβιος.
4.18 ΣΤΙΧΟΣ ΔΕΥΤΕΡΟΣ
4.19 Ἀπόλλων κρατερός, ὁ ἑστὼς ἐπ’ ἀληθείας, δεσπότης διαδήματος, τὴν Αἴγυπτον δοξάσας κεκτημένος, ὁ ἀγλαοποιήσας Ἡλίου πόλιν, καὶ κτίσας τὴν λοιπὴν οἰκουμένην, καὶ πολυτιμήσας τοὺς ἐν Ἡλίου πόλει θεοὺς ἀνιδρυμένους, ὃν Ἥλιος φιλεῖ.
4.19 ΤΡΙΤΟΣ ΣΤΙΧΟΣ
4.20 Ἀπόλλων κρατερὸς Ἡλίου παῖς παμφεγγὴς, ὃν Ἥλιος προέκρινεν καὶ Ἄρης ἄλκιμος ἐδωρήσατο. οὗ τὰ ἀγαθὰ ἐν παντὶ διαμένει καιρῷ. ὃν Ἄμμων ἀγαπᾷ, πληρώσας τὸν νέων τοῦ φοίνικος ἀγαθῶν. ᾧ οἱ θεοὶ ζωῆς χρόνον ἐδωρήσαντο.
4.20 Ἀπόλλων κρατερὸς υἱὸς Ἥρωνος βασιλεὺς οἰκουμένης Ῥαμέστης, ὃς ἐφύλαξεν Αἴγυπτον τοὺς ἀλλοεθνεῖς νικήσας, ὃν Ἥλιος φιλεῖ, ᾧ πολὺν χρόνον ζωῆς ἐδωρήσαντο θεοὶ. δεσπότης οἰκουμένης Ῥαμέστης αἰωνόβιος.
4.20 ΛΙΒΟΣ ΣΤΙΧΟΣ ΔΕΓΤΕΡΟΣ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme