Thesauros Literature History ἐκ τῆς Σαυνιτικῆς

ἐκ τῆς Σαυνιτικῆς

ἐκ τῆς Σαυνιτικῆς Appianus of Alexandria
I ἔτι δʼ αὐτῶν ὁδὸν ἡμέρας μιᾶς ἀπεχόντων ὑπήντα Κορουῖνος, καὶ παραστρατοπεδεύσας ἐν τοῖς ὄρεσι τοῖς Ἀλβανῶν ἠρεμεί, περισκοπῶν τε τὸ ἔργον ἔτι, καὶ μέγα ἡγούμενος ἀπεγνωκόσι μάχεσθαι. οἱ δὲ ἐπεμίγνυντο ἀλλήλοις κρύφα, καὶ ὀδυρμοὶ καὶ δάκρυα τῶν φυλάκων ἦν ὡς ἐν οἰκείοις καὶ φίλοις ἁμαρτεῖν μὲν ὁμολογούντων, τὴν δὲ αἰτίαν ἐς τὰ χρέα φερόντων τὰ ἐν Ῥώμῃ. ὧν ὁ Κορουῖνος αἰσθανόμενος, καὶ ὀκνῶν ἅψασθαι πολιτικοῦ καὶ τοσούτου φόνου, συνεβούλευσε τῇ βουλῇ τὰ χρέα τοῖς ἀνδράσι μεθεῖναι, τόν τε πόλεμον ἐξαίρων ἐπὶ μέγα, εἰ τοσῶνδε ἀνδρῶν δύναιτο κρατῆσαι μαχομένων ἐξ ἀπογνώσεως, καὶ τὰς συνόδους αὐτῶν καὶ ἐπιμιξίας ἐν ὑπονοίᾳ τιθέμενος, μὴ οὐδʼ ὁ ἴδιος αὐτῷ στρατὸς ἐς πάντα ᾖ πιστός, ἅτε συγγενεῖς ὄντες ἐκείνων, καὶ οὐχ ἧσσον αὐτῶν αἰτιώμενοι τὰ χρέα. σφαλέντα δὲ κινδυνεύσειν ἔφη περὶ μειζόνων· καὶ τὴν νίκην, εἰ κρατήσειεν, ἀτυχεστάτην ἔσεσθαι τῇ πόλει κατʼ οἰκείων τοσῶνδε. οἷς ἡ βουλὴ πεισθεῖσα τὰς μὲν τῶν χρεῶν ἀποκοπὰς ἐψηφίσατο πᾶσι Ῥωμαίοις, τοῖς δὲ τότε ἐχθροῖς καὶ ἄδειαν. οἱ μὲν δὴ τὰ ὅπλα ἀποθέμενοι κατῄεσαν ἐς τὴν πόλιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme