X
οἱ δʼ ἐνεδοίαζον ἐπὶ πλεῖστον, τῇ τε δόξῃ τοῦ Πύρρου καὶ τῷ συμβεβηκότι πάθει καταπλαγέντες, ἕως Ἄππιος Κλαύδιος, ὁ Καῖκος ἐπίκλησιν, ἤδη τετυφλωμένος, ἐς τὸ βουλευτήριον τοῖς παισὶν αὑτὸν ἀγαγεῖν κελεύσας, ἠχθόμην, εἶπεν, ὅτι μὴ βλέπω· νῦν δʼ ὅτι ἀκούω. τὰ γὰρ τοιαῦτα ὑμῶν βουλεύματα ἠξίουν μήθʼ ὁρᾶν μήτʼ ἀκούειν, οἳ διʼ ἓν ἀτύχημα ἀθρόως οὕτως ἑαυτῶν ἐκλέλησθε, καὶ τὸν τοῦτο δράσαντα αὐτόν τε καὶ τοὺς ἐπαγαγομένους αὐτὸν βουλεύεσθε φίλους ἀντὶ πολεμίων θέσθαι, καὶ τὰ τῶν προγόνων κτήματα Λευκανοῖς καὶ Βρεττίοις δοῦναι. τί τοῦτʼ ἐστὶν ἢ Ῥωμαίους ἐπὶ Μακεδόσι γενέσθαι; καὶ ταῦτά τινες εἰρήνην ἀντὶ δουλείας τολμῶσιν ὀνομάζειν. ἄλλα τε πολλὰ ὅμοια τούτοις ὁ Ἄππιος εἰπὼν καὶ ἐρεθίσας, ἐσηγήσατο Πύρρον, εἰ δέοιτο τῆς Ῥωμαίων φιλίας καὶ συμμαχίας, ἐξ Ἰταλίας ἀπελθόντα πρεσβεύειν, παρόντα δὲ μήτε φίλον ἡγεῖσθαι μήτε σύμμαχον μήτε Ῥωμαίοις δικαστὴν ἢ διαιτητήν.