V
ἡ δὲ συνηδικῆσθαι μὲν ἐξελαυνομένῳ τῆς πόλεως, μήτηρ οὖσα, ἔφη, ὁρᾶν δʼ ὅτι Ῥωμαῖοι πολλὰ πρὸς αὐτοῦ πεπόνθασιν ἤδη καὶ τίσιν ἔτισαν ἱκανήν, ὧν χώρα τε τοσαύτη διέφθαρται καὶ πόλεις ἀπολώλασι πολλαί, καὶ τὸ Ῥωμαίοις ἔσχατον, παρακαλοῦσι καὶ πρέσβεις πέμπουσιν ὑπάτους καὶ ἱερέας καὶ μητέρα καὶ γυναῖκα, τό τε ἀδίκημα ἰῶνται ἀμνηστίᾳ καὶ καθόδῳ. σὺ δὲ μὴ ἀνιάτῳ κακῷ τὸ κακὸν ἰῶ, μηδὲ συμφοραῖς ἐπιχείρει κοιναῖς αὐτοῦ τε σοῦ καὶ τῶν ἀδικούντων. ποῖ φέρων οἴσεις τὸ πῦρ; μετὰ τὴν χώραν ἐπὶ τὴν πόλιν; μετὰ τὴν πόλιν ἐπὶ τὴν ἑστίαν τὴν σήν; μετὰ τὴν ἑστίαν ἐπὶ τὰ ἱερά; δὸς χάριν, ὦ παῖ, κἀμοὶ καὶ τῇ πατρίδι παρακαλούσαις. ἡ μὲν δὴ τοσαῦτα εἶπεν, ὁ δὲ Μάρκιος οὐκ εἴα πατρίδα καλεῖν τὴν ἐκβαλοῦσαν ἀλλὰ τὴν ὑποδεδεγμένην· οὐδὲν γὰρ εἶναι φίλιον, ἂν ἀδικῇ, οὐδὲ ἐχθρὸν εὖ ποιοῦν· καὶ τὸ τῶν παρόντων ἐκέλευεν ὁρᾶν, πίστιν τε δόντων αὐτῷ καὶ λαβόντων, καὶ πολίτην πεποιημένων καὶ στρατηγὸν ἀποφηνάντων καὶ τὰ ἴδια ἐπιτρεψάντων. τιμάς τε ὅσων ἠξίωτο, καὶ ὅρκους οὓς ὤμοσεν αὐτοῖς, ἐπεξῄει, καὶ παρεκάλει τὴν μητέρα τοὺς αὐτοὺς ἐκείνοις τίθεσθαι πολεμίους καὶ φίλους.