Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 9

37.4 ἐλθόντι δὲ ἐς Δελφοὺς καὶ ἐρομένῳ περὶ παίδων χρᾷ τάδε ἡ Πυθία· Ἐργῖνε Κλυμένοιο πάι Πρεσβωνιάδαο, ὄψʼ ἦλθες γενεὴν διζήμενος, ἀλλʼ ἔτι καὶ νῦν ἱστοβοῆι γέροντι νέην ποτίβαλλε κορώνην. λαβόντι δὲ αὐτῷ νέαν γυναῖκα κατὰ τὸ μάντευμα Τροφώνιος γίνεται καὶ Ἀγαμήδης.
37.5 λέγεται δὲ ὁ Τροφώνιος Ἀπόλλωνος εἶναι καὶ οὐκ Ἐργίνου· καὶ ἐγώ τε πείθομαι καὶ ὅστις παρὰ Τροφώνιον ἦλθε δὴ μαντευσόμενος. τούτους φασίν, ὡς ηὐξήθησαν, γενέσθαι δεινοὺς θεοῖς τε ἱερὰ κατασκευάσασθαι καὶ βασίλεια ἀνθρώποις· καὶ γὰρ τῷ Ἀπόλλωνι τὸν ναὸν ᾠκοδόμησαν τὸν ἐν Δελφοῖς καὶ Ὑριεῖ τὸν θησαυρόν. ἐποίησαν δὲ ἐνταῦθα τῶν λίθων ἕνα εἶναί σφισιν ἀφαιρεῖν κατὰ τὸ ἐκτός· καὶ οἱ μὲν ἀεί τι ἀπὸ τῶν τιθεμένων ἐλάμβανον· Ὑριεὺς δὲ εἴχετο ἀφασίᾳ, κλεῖς μὲν καὶ σημεῖα τὰ ἄλλα ὁρῶν ἀκίνητα, τὸν δὲ ἀριθμὸν ἀεὶ τῶν χρημάτων ἐλάττονα.
37.6 ἵστησιν οὖν ὑπὲρ τῶν ἀγγείων, ἐν οἷς ὅ τε ἄργυρος ἐνῆν καὶ ὁ χρυσός οἱ, πάγας ἤ τι καὶ ἄλλο ὃ τὸν ἐσελθόντα καὶ ἁπτόμενον τῶν χρημάτων καθέξειν ἔμελλεν. ἐσελθόντος δὲ τοῦ Ἀγαμήδους τὸν μὲν ὁ δεσμὸς κατεῖχε, Τροφώνιος δὲ ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν, ὅπως μὴ ἡμέρας ἐπισχούσης ἐκεῖνος γένοιτο ἐν αἰκίαις καὶ αὐτὸς μηνυθείη μετέχων τοῦ τολμήματος.
37.7 καὶ Τροφώνιον μὲν ἐνταῦθα ἐδέξατο ἡ γῆ διαστᾶσα, ἔνθα ἐστὶν ἐν τῷ ἄλσει τῷ ἐν Λεβαδείᾳ βόθρος τε Ἀγαμήδους καλούμενος καὶ πρὸς αὐτῷ στήλη· τὴν δὲ ἀρχὴν τῶν Ὀρχομενίων ἔσχεν Ἀσκάλαφος καὶ Ἰάλμενος Ἄρεως εἶναι λεγόμενοι, μητρὸς δὲ Ἀστυόχης ἦσαν τῆς Ἄκτορος τοῦ Ἀζέως τοῦ Κλυμένου· καὶ ὑπὸ τούτοις ἡγεμόσι Μινύαι στρατεύουσιν ἐς Τροίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme