Book 9
35.5
Ἡσίοδος δὲ ἐν Θεογονίᾳ—προσιέσθω δὲ ὅτῳ φίλον τὴν Θεογονίαν—, ἐν δʼ οὖν τῇ ποιήσει ταύτῃ τὰς Χάριτάς φησιν εἶναι Διός τε καὶ Εὐρυνόμης καί σφισιν ὀνόματα Εὐφροσύνην τε καὶ Ἀγλαΐαν εἶναι καὶ Θαλίαν. κατὰ ταὐτὰ δὲ ἐν ἔπεσίν ἐστι τοῖς Ὀνομακρίτου. Ἀντίμαχος δὲ οὔτε ἀριθμὸν Χαρίτων οὔτε ὀνόματα εἰπὼν Αἴγλης εἶναι θυγατέρας καὶ Ἡλίου φησὶν αὐτάς. Ἑρμησιάνακτι δὲ τῷ τὰ ἐλεγεῖα γράψαντι τοσόνδε οὐ κατὰ τὴν τῶν πρότερον δόξαν ἐστὶν αὐτῷ πεποιημένον, ὡς ἡ Πειθὼ Χαρίτων εἴη καὶ αὐτὴ μία.
35.6
ὅστις δὲ ἦν ἀνθρώπων ὁ γυμνὰς πρῶτος Χάριτας ἤτοι πλάσας ἢ γραφῇ μιμησάμενος, οὐχ οἷόν τε ἐγένετο πυθέσθαι με, ἐπεὶ τά γε ἀρχαιότερα ἐχούσας ἐσθῆτα οἵ τε πλάσται καὶ κατὰ ταὐτὰ ἐποίουν οἱ ζωγράφοι· καὶ Σμυρναίοις τοῦτο μὲν ἐν τῷ ἱερῷ τῶν Νεμέσεων ὑπὲρ τῶν ἀγαλμάτων χρυσοῦ Χάριτες ἀνάκεινται, τέχνη Βουπάλου, τοῦτο δέ σφισιν ἐν τῷ Ὠιδείῳ Χάριτός ἐστιν εἰκών, Ἀπελλοῦ γραφή, Περγαμηνοῖς δὲ ὡσαύτως ἐν τῷ Ἀττάλου θαλάμῳ, Βουπάλου καὶ αὗται·
35.7
καὶ πρὸς τῷ ὀνομαζομένῳ Πυθίῳ Χάριτες καὶ ἐνταῦθά εἰσι Πυθαγόρου γράψαντος Παρίου· Σωκράτης τε ὁ Σωφρονίσκου πρὸ τῆς ἐς τὴν ἀκρόπολιν ἐσόδου Χαρίτων εἰργάσατο ἀγάλματα Ἀθηναίοις. καὶ ταῦτα μέν ἐστιν ὁμοίως ἅπαντα ἐν ἐσθῆτι, οἱ δὲ ὕστερον— οὐκ οἶδα ἐφʼ ὅτῳ—μεταβεβλήκασι τὸ σχῆμα αὐταῖς· Χάριτας γοῦν οἱ κατʼ ἐμὲ ἔπλασσόν τε καὶ ἔγραφον γυμνάς.