Book 9
15.4
ὡς δὲ βοιωταρχεῖν αὖθις ᾕρητο καὶ στρατῷ Βοιωτῶν ἀφίκετο αὖθις ἐς Πελοπόννησον, ἐκράτησε μὲν περὶ Λέχαιον Λακεδαιμονίους μάχῃ, σὺν δέ σφισιν Ἀχαιῶν Πελληνέας καὶ Ἀθηναίων οὓς Χαβρίας ἦγεν ἐξ Ἀθηνῶν. Θηβαίοις δὲ ἦν καθεστηκὸς τοὺς μὲν ἄλλους, ὁπόσους αἰχμαλώτους ἕλοιεν, ἀφιέναι χρημάτων, τοὺς δὲ ἐκ Βοιωτῶν φεύγοντας ζημιοῦν θανάτῳ· πόλισμα οὖν ἑλὼν Σικυωνίων Φοιβίαν, ἔνθα ἦσαν τὸ πολὺ οἱ Βοιώτιοι φυγάδες συνηγμένοι, ἀφίησι τοὺς ἐγκαταληφθέντας, ἄλλην σφίσιν ἣν ἔτυχε πατρίδα ἐπονομάζων ἑκάστῳ.
15.5
ὡς δὲ ἀφίκετο πρὸς Μαντίνειαν τῇ στρατιᾷ, νικῶν καὶ τότε ὑπὸ ἀνδρὸς ἀπέθανεν Ἀθηναίου· καὶ Ἀθήνῃσιν ἐν ἱππέων μάχῃ τὸν Ἐπαμινώνδαν ὁ ἀνὴρ οὗτος γέγραπται φονεύων Γρύλος ὁ Ξενοφῶντος, Ξενοφῶντος δὴ τοῦ Κύρῳ ὁδοῦ μετασχόντος ἐπὶ βασιλέα Ἀρταξέρξην καὶ ὀπίσω τοῖς Ἕλλησιν ἐπὶ θάλασσαν ἡγησαμένου.
15.6
τῷ δὲ ἀνδριάντι τοῦ Ἐπαμινώνδου καὶ ἐλεγεῖα ἔπεστιν ἄλλα τε ἐς αὐτὸν λέγοντα καὶ ὅτι Μεσσήνης γένοιτο οἰκιστὴς καὶ τοῖς Ἕλλησιν ὑπάρξειεν ἐλευθερία διʼ αὐτοῦ. καὶ οὕτως ἔχει τὰ ἐλεγεῖα· ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν, Μεσσήνη δʼ ἱερὴ τέκνα χρόνῳ δέχεται· Θήβης δʼ ὅπλοισιν Μεγάλη πόλις ἐστεφάνωται, αὐτόνομος δʼ Ἑλλὰς πᾶσʼ ἐν ἐλευθερίῃ. τούτῳ μὲν τοσαῦτα ἦν ἐς δόξαν·