Book 9
6.4
κρατηθέντες δὲ μάχῃ περὶ Κόρινθόν τε καὶ ἐν Κορωνείᾳ, νικῶσιν αὖθις ἐν Λεύκτροις ἐπιφανεστάτην νίκην ὁπόσας γενομένας Ἕλλησιν ἴσμεν κατὰ Ἑλλήνων· καὶ δεκαδαρχίας τε, ἃς Λακεδαιμόνιοι κατέστησαν ἐν ταῖς πόλεσιν, ἔπαυσαν καὶ ἁρμοστὰς τοὺς Σπαρτιάτας ἐκβάλλουσιν. ὕστερον δὲ καὶ τὸν Φωκικὸν πόλεμον, ὀνομαζόμενον δὲ ὑπὸ Ἑλλήνων ἱερόν, συνεχῶς δέκα ἔτεσιν ἐπολέμησαν.
6.5
εἴρηται δέ μοι καὶ ἐν τῇ Ἀτθίδι συγγραφῇ τὸ ἐν Χαιρωνείᾳ σφάλμα συμφορὰν γενέσθαι τοῖς πᾶσιν Ἕλλησι· Θηβαίους δὲ καὶ ἐς πλέον κατέλαβεν, οἷς γε καὶ ἐσήχθη ἐς τὴν πόλιν φρουρά. Φιλίππου δὲ ἀποθανόντος καὶ ἐς Ἀλέξανδρον ἡκούσης τῆς Μακεδόνων ἀρχῆς, Θηβαίοις ἐπῆλθεν ἐξελεῖν τὴν φρουράν· ποιήσασι δὲ ταῦτα προεσήμαινεν αὐτίκα ὁ θεὸς τὸν ἐπιόντα ὄλεθρον, καί σφισιν ἐν Δήμητρος ἱερῷ Θεσμοφόρου σημεῖα ἐγένετο ἐναντία ἢ πρὸ τοῦ ἔργου τοῦ ἐν Λεύκτροις·
6.6
τότε μὲν γὰρ τοῦ ἱεροῦ τὰς θύρας ὑφάσματι ἀράχναι λευκῷ, κατὰ δὲ τὴν Ἀλεξάνδρου καὶ Μακεδόνων ἔφοδον μέλανι ἐξύφηναν. λέγεται δὲ καὶ Ἀθηναίοις ὗσαι τέφραν ὁ θεὸς ἐνιαυτῷ πρότερον πρὶν ἢ τὸν πόλεμον τὸν ἐπαχθέντα ὑπὸ Σύλλα τὰ μεγάλα σφίσιν ἐνεγκεῖν παθήματα.
7.1
τότε δὲ τοὺς Θηβαίους γενομένους ἀναστάτους ὑπὸ Ἀλεξάνδρου καὶ διαπεσόντας ἐς Ἀθήνας ὕστερον Κάσσανδρος ὁ Ἀντιπάτρου κατήγαγεν. ἐς δὲ τῶν Θηβῶν τὸν οἰκισμὸν προθυμότατοι μὲν ἐγένοντο Ἀθηναῖοι, συνεπελάβοντο δὲ καὶ Μεσσήνιοι καὶ Ἀρκάδων οἱ Μεγάλην πόλιν ἔχοντες.