Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 9

4.4 ἐκ Πλαταίας δὲ ἰοῦσιν ἐς Θήβας ποταμός ἐστιν Ὠερόη· θυγατέρα δὲ εἶναι τὴν Ὠερόην τοῦ Ἀσωποῦ λέγουσι. πρὶν δὲ ἢ διαβῆναι τὸν Ἀσωπόν, παρʼ αὐτὸ τὸ ῥεῦμα ἀποτραπεῖσιν ἐς τὰ κάτω καὶ προελθοῦσιν ὅσον τεσσαράκοντα στάδια ἔστιν ἐρείπια Σκώλου· Δήμητρος δὲ καὶ Κόρης ἐν τοῖς ἐρειπίοις οὐκ ἐξειργασμένος ὁ ναός, ἡμίεργα δὲ καὶ ταῖς θεαῖς ἐστι τὰ ἀγάλματα. ἀποκρίνει δὲ καὶ νῦν ἔτι ἀπὸ τῆς Θηβαίων τὴν Πλαταιίδα ὁ Ἀσωπός.
5.1 γῆν δὲ τὴν Θηβαΐδα οἰκῆσαι πρῶτον λέγουσιν Ἔκτηνας, βασιλέα δὲ εἶναι τῶν Ἐκτήνων ἄνδρα αὐτόχθονα Ὤγυγον· καὶ ἀπὸ τούτου τοῖς πολλοῖς τῶν ποιητῶν ἐπίκλησις ἐς τὰς Θήβας ἐστὶν Ὠγύγιαι. καὶ τούτους μὲν ἀπολέσθαι λοιμώδει νόσῳ φασίν, ἐσοικίσασθαι δὲ μετὰ τοὺς Ἔκτηνας ἐς τὴν χώραν Ὕαντας καὶ Ἄονας, Βοιώτια ἐμοὶ δοκεῖν γένη καὶ οὐκ ἐπηλύδων ἀνθρώπων. Κάδμου δὲ καὶ τῆς Φοινίκων στρατιᾶς ἐπελθούσης μάχῃ νικηθέντες οἱ μὲν Ὕαντες ἐς τὴν νύκτα τὴν ἐπερχομένην ἐκδιδράσκουσι, τοὺς δὲ Ἄονας ὁ Κάδμος γενομένους ἱκέτας καταμεῖναι καὶ ἀναμιχθῆναι τοῖς Φοίνιξιν εἴασε.
5.2 τοῖς μὲν οὖν Ἄοσι κατὰ κώμας ἔτι ἦσαν αἱ οἰκήσεις· Κάδμος δὲ τὴν πόλιν τὴν καλουμένην ἔτι καὶ ἐς ἡμᾶς Καδμείαν ᾤκισεν. αὐξηθείσης δὲ ὕστερον τῆς πόλεως, οὕτω τὴν Καδμείαν ἀκρόπολιν συνέβη τῶν κάτω γενέσθαι Θηβῶν. Κάδμῳ δὲ γάμος τε ἐπιφανὴς ὑπῆρξεν, εἰ δὴ θυγατέρα Ἀφροδίτης καὶ Ἄρεως κατὰ λόγον τὸν Ἑλλήνων ἔσχε, καὶ αἱ θυγατέρες εἰλήφασιν αὐτῷ φήμην, Σεμέλη μὲν τεκεῖν ἐκ Διός, Ἰνὼ δὲ θεῶν εἶναι τῶν θαλασσίων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme