Book 8
27.2
γνώμῃ μὲν τοιαύτῃ συνῳκίζοντο οἱ Ἀρκάδες, τῆς πόλεως δὲ οἰκιστὴς Ἐπαμινώνδας ὁ Θηβαῖος σὺν τῷ δικαίῳ καλοῖτο ἄν· τούς τε γὰρ Ἀρκάδας οὗτος ἦν ὁ ἐπεγείρας ἐς τὸν συνοικισμὸν Θηβαίων τε χιλίους λογάδας καὶ Παμμένην ἀπέστειλεν ἡγεμόνα ἀμύνειν τοῖς Ἀρκάσιν, εἰ κωλύειν πειρῶνται οἱ Λακεδαιμόνιοι τὸν οἰκισμόν. ᾑρέθησαν δὲ καὶ ὑπὸ τῶν Ἀρκάδων οἰκισταὶ Λυκομήδης καὶ Ὁπολέας καὶ Τίμων τε καὶ Πρόξενος, οὗτοι μὲν ἐκ Τεγέας, Λυκομήδης δὲ καὶ Ὁπολέας Μαντινεῖς, Κλειτορίων δὲ Κλεόλαος καὶ Ἀκρίφιος, Εὐκαμπίδας δὲ καὶ Ἱερώνυμος ἐκ Μαινάλου, Παρρασίων δὲ Ποσσικράτης τε καὶ Θεόξενος.
27.3
πόλεις δὲ τοσαίδε ἦσαν ὁπόσας ὑπό τε προθυμίας καὶ διὰ τὸ ἔχθος τὸ Λακεδαιμονίων πατρίδας σφίσιν οὔσας ἐκλιπεῖν ἐπείθοντο οἱ Ἀρκάδες, Ἀλέα Παλλάντιον Εὐταία Σουμάτειον Ἀσέα Περαιθεῖς Ἑλισσὼν Ὀρεσθάσιον Δίπαια Λύκαια· ταύτας μὲν ἐκ Μαινάλου· ἐκ δὲ Εὐτρησίων Τρικόλωνοι καὶ Ζοίτιον καὶ Χαρισία καὶ Πτολέδερμα καὶ Κναῦσον καὶ Παρώρεια·
27.4
παρὰ δὲ Αἰγυτῶν Αἴγυς καὶ Σκιρτώνιον καὶ Μαλέα καὶ Κρῶμοι καὶ Βλένινα καὶ Λεῦκτρον· Παρρασίων δὲ Λυκοσουρεῖς Θωκνεῖς Τραπεζούντιοι Προσεῖς Ἀκακήσιον Ἀκόντιον Μακαρία Δασέα· ἐκ δὲ Κυνουραίων τῶν ἐν Ἀρκαδίᾳ Γόρτυς καὶ Θεισόα ἡ πρὸς Λυκαίῳ καὶ Λυκαιᾶται καὶ Ἀλίφηρα· ἐκ δὲ τῶν συντελούντων ἐς Ὀρχομενὸν Θεισόα Μεθύδριον Τεῦθις· προσεγένετο δὲ καὶ Τρίπολις ὀνομαζομένη, Καλλία καὶ Δίποινα καὶ Νώνακρις.