Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 8

20.3 ἔτρεφεν ὁ Λεύκιππος κόμην τῷ Ἀλφειῷ· ταύτην οἷα δὴ παρθένος πλεξάμενος τὴν κόμην καὶ ἐσθῆτα ἐνδὺς γυναικείαν ἀφίκετο ὡς τὴν Δάφνην, ἐλθὼν δὲ Οἰνομάου τε ἔλεγεν εἶναι θυγάτηρ καὶ ὡς συνθηρᾶν ἐθέλοι τῇ Δάφνῃ. ἅτε δὲ εἶναι παρθένος νομιζόμενος, καὶ τὰς ἄλλας ὑπερβεβλημένος παρθένους γένους τε ἀξιώματι καὶ σοφίᾳ τῇ ἐς τὰ κυνηγέσια, πρὸς δὲ καὶ τῇ θεραπείᾳ περισσῇ χρώμενος, ἐς φιλίαν ἰσχυρὰν ἐπάγεται τὴν Δάφνην.
20.4 οἱ δὲ τὸν Ἀπόλλωνος ἔρωτα ἐς αὐτὴν ᾄδοντες καὶ τάδε ἐπιλέγουσιν, Ἀπόλλωνα Λευκίππῳ νεμεσῆσαι τῆς ἐς τὸν ἔρωτα εὐδαιμονίας. αὐτίκα δὲ ἐπεθύμησεν ἐν τῷ Λάδωνι ἡ Δάφνη καὶ αἱ λοιπαὶ παρθένοι νήχεσθαι, καὶ τὸν Λεύκιππον ἀποδύουσιν ἄκοντα· ἰδοῦσαι δὲ οὐ παρθένον τοῖς τε ἀκοντίοις αὐτὸν καὶ ἐγχειριδίοις τύπτουσαι διέφθειραν.
21.1 ταῦτα μὲν δὴ οὕτω λέγουσι· τοῦ Λάδωνος δὲ τῶν πηγῶν ἀπέχει στάδια ἑξήκοντα ἡ Κλειτορίων πόλις, ἡ δὲ ὁδὸς ἡ ἀπὸ τῶν πηγῶν τοῦ Λάδωνός ἐστιν αὐλὼν στενὸς παρὰ τὸν Ἀροάνιον ποταμόν. πρὸς δὲ τῇ πόλει διαβήσῃ ποταμὸν καλούμενον Κλείτορα. ἐκδίδωσιν οὖν ὁ Κλείτωρ ἐς τὸν Ἀροάνιον, οὐ πλέον τῆς πόλεως σταδίους ἀπέχοντα ἑπτά.
21.2 εἰσὶ δὲ ἰχθῦς ἐν τῷ Ἀροανίῳ καὶ ἄλλοι καὶ οἱ ποικιλίαι καλούμενοι· τούτους λέγουσι τοὺς ποικιλίας φθέγγεσθαι κίχλῃ τῇ ὄρνιθι ἐοικός. ἐγὼ δὲ ἀγρευθέντας μὲν εἶδον, φθεγγομένων δὲ ἤκουσα οὐδὲν καταμείνας πρὸς τῷ ποταμῷ καὶ ἐς ἡλίου δυσμάς, ὅτε δὴ φθέγγεσθαι μάλιστα ἐλέγοντο οἱ ἰχθῦς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme