Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 8

11.6 ὁ δὲ Ἀθηναίων ἔχει λόγος— ὁμολογοῦσι δὲ αὐτῷ καὶ Θηβαῖοι—τρωθῆναι τὸν Ἐπαμινώνδαν ὑπὸ Γρύλου· παραπλήσια δέ σφισίν ἐστι καὶ τὰ ἐν τῇ γραφῇ τῇ τὸ ἔργον ἐχούσῃ τὸ ἐν Μαντινείᾳ. φαίνονται δὲ οἱ Μαντινεῖς Γρύλον μὲν δημοσίᾳ τε θάψαντες καὶ ἔνθα ἔπεσεν ἀναθέντες εἰκόνα ἐπὶ στήλης ὡς ἀνδρὸς ἀρίστου τῶν συμμάχων· Μαχαιρίωνα δὲ λόγῳ μὲν καὶ αὐτοὶ καὶ οἱ Λακεδαιμόνιοι λέγουσιν, ἔργῳ δὲ οὔτε ἐν Σπάρτῃ Μαχαιρίων ἐστὶν οὐδείς, οὐ μὴν οὐδὲ παρὰ Μαντινεῦσιν, ὅτῳ γεγόνασιν ὡς ἀνδρὶ ἀγαθῷ τιμαί.
11.7 ὡς δὲ ἐτέτρωτο ὁ Ἐπαμινώνδας, ἐκκομίζουσιν ἔτι ζῶντα ἐκ τῆς παρατάξεως αὐτόν· ὁ δὲ τέως μὲν τὴν χεῖρα ἔχων ἐπὶ τῷ τραύματι ἐταλαιπώρει καὶ ἐς τοὺς μαχομένους ἀφεώρα—ὁπόθεν δὲ ἀπέβλεπεν ἐς αὐτούς, ὠνόμαζον Σκοπὴν οἱ ἔπειτα—, λαβόντος δὲ ἴσον τοῦ ἀγῶνος πέρας, οὕτω τὴν χεῖρα ἀπέσχεν ἀπὸ τοῦ τραύματος· καὶ αὐτὸν ἀφέντα τὴν ψυχὴν ἔθαψαν ἔνθα σφίσιν ἐγένετο ἡ συμβολή.
11.8 τῷ τάφῳ δὲ κίων τε ἐφέστηκε καὶ ἀσπὶς ἐπʼ αὐτῷ δράκοντα ἔχουσα ἐπειργασμένον· ὁ μὲν δὴ δράκων ἐθέλει σημαίνειν γένους τῶν Σπαρτῶν καλουμένων εἶναι τὸν Ἐπαμινώνδαν, στῆλαι δέ εἰσιν ἐπὶ τῷ μνήματι, ἡ μὲν ἀρχαία καὶ ἐπίγραμμα ἔχουσα Βοιώτιον, τὴν δὲ αὐτήν τε ἀνέθηκεν Ἀδριανὸς βασιλεὺς καὶ ἐποίησε τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῇ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme