Book 7
3.5
Λεβεδίοις δὲ ἐποίησε μὲν Λυσίμαχος ἀνάστατον τὴν πόλιν, ἵνα δὴ συντέλεια ἐς μέγεθος τῇ Ἐφέσῳ γένοιτο· χώρα δέ σφισιν ἔς τε τὰ λοιπά ἐστιν εὐδαίμων καὶ λουτρὰ παρέχεται θερμὰ πλεῖστα τῶν ἐπὶ θαλάσσῃ καὶ ἥδιστα. τὸ δὲ ἐξ ἀρχῆς καὶ τὴν Λέβεδον ἐνέμοντο οἱ Κᾶρες, ἐς ὃ Ἀνδραίμων σφᾶς ὁ Κόδρου καὶ Ἴωνες ἐλαύνουσι. τῷ δὲ Ἀνδραίμονι ὁ τάφος ἐκ Κολοφῶνος ἰόντι ἐστὶν ἐν ἀριστερᾷ τῆς ὁδοῦ, διαβάντι τὸν Καλάοντα ποταμόν.
3.6
Τέων δὲ ᾤκουν μὲν Ὀρχομένιοι Μινύαι σὺν Ἀθάμαντι ἐς αὐτὴν ἐλθόντες· λέγεται δὲ ὁ Ἀθάμας οὗτος ἀπόγονος Ἀθάμαντος εἶναι τοῦ Αἰόλου. ἀναμεμιγμένοι μὲν τῷ Ἑλληνικῷ καὶ ἐνταῦθα ἦσαν οἱ Κᾶρες· ἐσήγαγε δὲ Ἴωνας ἐς τὴν Τέων Ἄποικος ἀπόγονος Μελάνθου τέταρτος, ὃς τοῖς Ὀρχομενίοις οὐδὲ τοῖς Τηίοις νεώτερον ἐβούλευσεν οὐδέν. ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον ἔκ τε Ἀθηναίων καὶ ἐκ Βοιωτίας ἀφίκοντο ἄνδρες· ἡγοῦντο δὲ τοῦ μὲν Ἀττικοῦ Δάμασος καὶ Νάοκλος Κόδρου παῖδες, τῶν δὲ Βοιωτῶν Γέρης Βοιωτός· καὶ σφᾶς συναμφοτέρους ὅ τε Ἄποικος καὶ οἱ Τήιοι συνοίκους ἐδέξαντο.