Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 7

16.4 εἰ δὲ ἐτόλμησεν ἐσδραμεῖν μετὰ τὴν μάχην Δίαιος ἐς Κόρινθον καὶ ὑποδέξασθαι τῷ τείχει τοὺς διαπίπτοντας ἐκ τῆς φυγῆς, κἂν εὕρασθαί τι παρὰ Μομμίου οἱ Ἀχαιοὶ φιλάνθρωπον ἐδυνήθησαν, ἐς πολιορκίαν καὶ τριβὴν πολέμου καταστάντες· νῦν δὲ ἀρχομένων ἔτι ἐνδιδόναι τῶν Ἀχαιῶν εὐθὺ Μεγάλης πόλεως ἔφευγεν ὁ Δίαιος, οὐδέν τι γενόμενος ἐς Ἀχαιοὺς ὅμοιος ἢ καὶ Καλλίστρατος ὁ Ἐμπέδου πρὸς Ἀθηναίους.
16.5 τούτῳ γὰρ τῷ ἀνδρὶ ἱππαρχήσαντι ἐν Σικελίᾳ, ὅτε Ἀθηναῖοι καὶ ὅσοι ἄλλοι τοῦ στόλου μετεσχήκεσαν ἀπώλλυντο πρὸς τῷ ποταμῷ τότε τῷ Ἀσινάρῳ, τούτῳ τότε τῷ Καλλιστράτῳ παρέστη τόλμα διεκπαῖσαι διὰ τῶν πολεμίων ἄγοντι τοὺς ἱππέας· ὡς δὲ τὸ πολὺ ἀπέσωσεν αὐτῶν ἐς Κατάνην, ἀνέστρεφεν ὀπίσω τὴν αὐτὴν αὖθις ὁδὸν ἐς Συρακούσας, διαρπάζοντας δὲ ἔτι εὑρὼν τὸ Ἀθηναίων στρατόπεδον καταβάλλει τε ὅσον πέντε ἐξ αὐτῶν, καὶ τραύματα ἐπίκαιρα αὐτὸς καὶ ὁ ἵππος λαβόντες ἀφιᾶσι τὴν ψυχήν.
16.6 οὗτος μὲν δὴ ἀγαθὴν δόξαν Ἀθηναίοις καὶ αὑτῷ κτώμενος περιεποίησέ τε ὧν ἦρχε καὶ ἐτελεύτησεν αὐτὸς ἑκουσίως· Δίαιος δὲ Ἀχαιοὺς ἀπολωλεκὼς Μεγαλοπολίταις κακῶν τῶν ἐφεστηκότων ἧκεν ἄγγελος, ἀποκτείνας δὲ αὐτοχειρὶ τὴν γυναῖκα, ἵνα δὴ μὴ γένοιτο αἰχμάλωτος, τελευτᾷ πιὼν φάρμακον, ἐοικυῖαν μὲν παρασχόμενος Μεναλκίδᾳ τὴν ἐς χρήματα πλεονεξίαν, ἐοικυῖαν δὲ καὶ τὴν ἐς τὸν θάνατον δειλίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme