Thesauros Literature geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Book 7

13.5 Δαμοκρίτῳ μὲν οὖν ἀπαγαγόντι ὀπίσω τὴν στρατιὰν ἐπιβάλλουσιν οἱ Ἀχαιοὶ ζημίαν πεντήκοντα ἅτε ἀνδρὶ προδότῃ τάλαντα, καὶ—οὐ γὰρ εἶχεν ἐκτῖσαι— φεύγων ᾤχετο ἐκ Πελοποννήσου· Δίαιος δὲ Ἀχαιῶν μετὰ Δαμόκριτον στρατηγεῖν ᾑρημένος ἀποστείλαντι αὖθις Μετέλλῳ πρέσβεις ὡμολόγησε μηδένα ἐπάξειν Λακεδαιμονίοις πόλεμον, ἀλλὰ ἔστʼ ἂν ἥκωσιν ἐκ Ῥώμης, ἀναμενεῖν τοὺς διαλλακτάς.
13.6 στρατήγημα δὲ ἄλλο ἐς τοὺς Λακεδαιμονίους παρεῦρε τοιόνδε· τὰ ἐν κύκλῳ τῆς Σπάρτης πολίσματα ἐς τὴν Ἀχαιῶν ὑπηγάγετο εὔνοιαν, ἐσήγαγε δὲ ἐς αὐτὰ καὶ φρουράς, ὁρμητήρια ἐπὶ τὴν Σπάρτην Ἀχαιοῖς εἶναι.
13.7 Μεναλκίδας δὲ ᾕρητο μὲν ὑπὸ Λακεδαιμονίων ἐναντία Διαίῳ στρατηγεῖν· ἐχόντων δὲ αὐτῶν ἔς τε τὴν πᾶσαν πολέμου παρασκευὴν καὶ οὐχ ἥκιστα τοῖς χρήμασιν ἀσθενῶς, πρὸς δὲ καὶ τῆς γῆς σφισιν ἀσπόρου μεμενηκυίας, †διας ὅμως τὰς σπονδὰς ὑπερβῆναι καὶ πόλισμα Ἴασον ἑλὼν ἐξ ἐπιδρομῆς ἐπόρθησεν, ἐν ὅροις μὲν χώρας τῆς Λακωνικῆς, Ἀχαιῶν δὲ ἐν τῷ τότε ὑπήκοον.
13.8 ἐξεγείρας δὲ αὖθις Λακεδαιμονίοις καὶ Ἀχαιοῖς πόλεμον ἐν ἐγκλήμασί τε ἦν ὑπὸ τῶν πολιτῶν καὶ— οὐ γάρ τινα ἐκ τοῦ προσδοκωμένου κινδύνου Λακεδαιμονίοις σωτηρίαν εὕρισκεν—ἀφίησιν ἑκουσίως τὴν ψυχὴν πιὼν φάρμακον. καὶ Μεκαλκίδᾳ μὲν τέλος τοιοῦτον ἐγένετο, ἄρξαντι ἐν τῷ ἑαυτοῦ νῷ τότε μὲν Λακεδαιμονίων ὡς ἂν ὁ ἀμαθέστατος στρατηγός, πρότερον δὲ ἔτι τοῦ Ἀχαιῶν ἔθνους ὡς ἀνθρώπων ὁ ἀδικώτατος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme