Book 7
11.7
οἱ δὲ Ὠρώπιοι καταφεύγοντες ἐπὶ Ἀχαιοὺς ἐδέοντο τιμωρῆσαί σφισιν· Ἀχαιοῖς δὲ ἤρεσκε μὴ τιμωρεῖν φιλίᾳ τε καὶ αἰδοῖ τῇ Ἀθηναίων. ἐνταῦθα οἱ Ὠρώπιοι Μεναλκίδᾳ, Λακεδαιμονίῳ μὲν γένος, στρατηγοῦντι δὲ ἐν τῷ τότε Ἀχαιῶν, ὑπισχνοῦνται δέκα ταλάντων δόσιν, ἤν σφισιν ἐπικουρεῖν Ἀχαιοὺς ἄγῃ· ὁ δὲ ἀπὸ τῶν χρημάτων μεταδώσειν Καλλικράτει τὸ ἥμισυ ὑπισχνεῖτο, ἰσχύοντι διὰ φιλίαν τὴν Ρωμαίων ἐν Ἀχαιοῖς μέγιστον.
11.8
προσγενομένου δὲ τοῦ Καλλικράτους πρὸς τὴν Μεναλκίδου γνώμην ἐκεκύρωτο κατὰ Ἀθηναίων ἀμύνειν Ὠρωπίοις. καί τις ἐξαγγέλλει ταῦτα ἐς τοὺς Ἀθηναίους· οἱ δὲ ὡς ἕκαστος τάχους εἶχεν ἐς τὸν Ὠρωπὸν ἐλθόντες καὶ αὖθις κατασύραντες εἴ τι ἐν ταῖς προτέραις παρεῖτό σφισιν ἁρπαγαῖς, ἀπάγουσι τὴν φρουράν. Ἀχαιοὺς δὲ ὑστερήσαντας τῆς βοηθείας Μεναλκίδας μὲν καὶ Καλλικράτης ἐσβάλλειν ἐς τὴν Ἀττικὴν ἔπειθον· ἀνθισταμένων δὲ ἄλλων τε αὐτοῖς καὶ οὐχ ἥκιστα τῶν ἐκ Λακεδαίμονος, ἀνεχώρησεν ὀπίσω τὸ στράτευμα.
12.1
Ὠρώπιοι δὲ καὶ ὠφελείας σφίσιν οὐ γενομένης τῆς παρὰ Ἀχαιῶν, ὅμως ὑπὸ Μεναλκίδα τὰ χρήματα ἐξεπράχθησαν· ὁ δὲ ὡς τὸ δωροδόκημα εἶχεν ἐν χειρί, ἐποιεῖτο συμφορὰν εἰ καὶ Καλλικράτει μεταδώσει τῶν λημμάτων. τὰ μὲν δὴ πρῶτα ἀναβολαῖς καὶ ἀπάταις ἐχρῆτο ἐς τὴν δόσιν, μετὰ δὲ οὐ πολὺ ἐτόλμησεν ἀποστερεῖν ἐκ τοῦ εὐθέος.