Book 7
10.9
ἔνθα δὴ ὡς ἠλέγχετο ὁ Ῥωμαῖος, ἀπετόλμησεν εἰπεῖν ὡς οἱ ἐστρατηγηκότες Ἀχαιῶν ἐνέχονται πάντες τῇ αἰτίᾳ· πάντας γὰρ φρονῆσαι τὰ Μακεδόνων τε καὶ Περσέως. ὁ μὲν δὴ ταῦτα ἔλεγεν ὑπὸ διδασκαλίᾳ Καλλικράτους· ἀναστὰς δὲ μετʼ αὐτὸν Ξένων—ἦν δὲ ὁ Ξένων οὗτος οὐκ ἐλαχίστου λόγου παρὰ Ἀχαιοῖς— “οὕτωσ” ἔφη “κατὰ τὴν αἰτίαν ἔχει ταύτην· ἐστρατήγησα μὲν Ἀχαιῶν καὶ ἐγώ, ἀδικίας δὲ οὐδὲν ἐς Ῥωμαίους οὔτε εὐνοίας μοι μέτεστιν ἐς Περσέα· καὶ τοῦδε ἕνεκα ἐθέλω μὲν ἐν συνεδρίῳ τῷ Ἀχαιῶν, ἐθέλω δὲ καὶ ἐν αὐτοῖς Ῥωμαίοις ὑπέχειν κρίσιν.” ὁ μὲν δὴ ὑπὸ συνειδότος ἐπαρρησιάζετο ἀγαθοῦ·
10.10
ὁ δὲ ἐπελάβετο αὐτίκα ὁ Ῥωμαῖος τῆς προφάσεως, καὶ ὁπόσοις Καλλικράτης ἐπῆγεν αἰτίαν Περσεῖ σφᾶς φρονῆσαι τὰ αὐτά, ἀνέπεμπεν ἐν δικαστηρίῳ κρίσιν τῷ Ῥωμαίων ὑφέξοντας. ὃ μή πω κατειλήφει πρότερον Ἕλληνας· οὐδὲ γὰρ παρὰ Μακεδόνων οἱ ἰσχύσαντες μέγιστον, Φίλιππος Ἀμύντου καὶ Ἀλέξανδρος, τοὺς ἀνθεστηκότας σφίσιν Ἑλλήνων ἐς Μακεδονίαν ἐβιάσαντο ἀποσταλῆναι, διδόναι δὲ αὐτοὺς ἐν Ἀμφικτύοσιν εἴων λόγον.
10.11
τότε δὲ ἐκ τοῦ Ἀχαιῶν ἔθνους ὅντινα καὶ ἀναίτιον Καλλικράτης ἐθελήσειεν αἰτιάσασθαι, ἀνάγεσθαι πάντα τινὰ ἐκεκύρωτο ἐς Ῥώμην· καὶ ἐγένοντο ὑπὲρ χιλίους οἱ ἀναχθέντες. τούτους ὑπὸ Ἀχαιῶν οἱ Ῥωμαῖοι προκατεγνῶσθαι νομίζοντες ἔς τε Τυρσηνίαν καὶ ἐς τὰς ἐκεῖ διέπεμψαν πόλεις, καὶ Ἀχαιῶν ἄλλοτε ἄλλας ὑπὲρ τῶν ἀνδρῶν πρεσβείας τε καὶ ἱκεσίας ἐπιπεμπόντων λόγον ἐποιοῦντο οὐδένα.